Τελευταια Νεα

6/trending/recent

Hot Widget

https://i.imgur.com/teIkUvD.jpeg

Type Here to Get Search Results !

5 Ιουλίου: Όσιος Αθανάσιος ο εν Άθω και οι συν αυτώ έξι μαθητές του

Μέγας μὲν Ἀντώνιος, ἀρχὴ Πατέρων.
Θεῖος δ' Ἀθανάσιος ἔνθεον τέλος.

Κἂν Ἀθανάσιος ὕστερος χρόνοις,
Ἀλλ' ὑπερέσχε καὶ παλαιοὺς τοῖς πόνοις.

Eις τους έξ μαθητάς αυτού.
Ἀθανασίῳ καὶ μαθητῶν ἑξάδι,
Ναοὶ λύονται σωμάτων ναοῦ λύσει.

Πέμπτῃ δ' Ἀθανάσιον ἆγον νόες ἄστυ θεοῖο.

Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν ἐν σαρκὶ ζωήν, σοῦ κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων, τὰς φάλαγγας· ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σὲ ἠμείψατο, πλουσίαις δωρεαῖς· διὸ Πάτερ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς τῶν ἀϋλων οὐσιῶν θεωρὸν ἄριστον, καὶ πρακτικὸν ὑφηγητὴν παναληθέστατον, εὐφημοῦμέν σε ἡ ποίμνη σου, καὶ βοῶμεν, Μὴ ἐλλίπης ἱκετεύειν πρὸς τὸν Κύριον, λυτρωθῆναι πειρασμῶν καὶ περιστάσεων, τοὺς βοώντάς σοι, Χαίροις Πάτερ, Ἀθανάσιε.

saint.gr

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael