Τελευταια Νεα

6/trending/recent

Hot Widget

 https://i.imgur.com/teIkUvD.jpeg

Type Here to Get Search Results !

7 Σεπτεμβρίου: Oσία Kασσιανή η Yμνογράφος - Όσιος Δανιήλ ο Κατουνακιώτης

Όσιος Δανιήλ ο Κατουνακιώτης

 

Χριστόν, Ὅν ὕμνησας ἐν Ἄθῳ ἀσκήσει
χείλεσι νῦν ὑμνεῖς, Δανιήλ, ἐν πόλῳ.


Λειτουργικά κείμενα

Ἀπολυτίκιον
Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Μετελθὼν πολιτείαν σεμνὴν ἐν Ἄθωνι, Κατουνακίων κοσμῆτορ, θεοειδὲς Δανιήλ, τὸ ἐκ πέτρας μέλι ἥδιστον παρήγαγες τῆς ψυχοτρόφου ἀρετῆς ὥσπερ μέλισσα, σοφέ, ἀκάματος· ὅθεν πάντες τῶν σῶν χαρίτων τρυγῶντες ἀπεκδεχόμεθα σὴν εὔνοιαν.

Κοντάκιον
Ἦχος πλ. δ'. Τῇ Ὑπερμάχῳ.
Ἀθωνιτῶν ὁσίων πάντων τὸν ἑπόμενον τῇ ἀρετῇ καὶ διακρίσει ἐπαινέσωμεν τὸν ἐκλάμψαντα συνέσει καὶ ἐγκρατείᾳ, ὁδηγὸν εὐσεβοφρόνων ἀπλανέστατον τὸν γενόμενον τὰ πάντα πᾶσι κράζοντες· χριστοφίλητε Δανιήλ, χαῖρε, ὅσιε.

Μεγαλυνάριον
Χαίροις, διακρίσεως ὁ κανών, Δανιήλ, πατέρων ἐγκαλλώπισμα νεαυγῶν, χαίροις, μονοτρόπων ἀλείπτης καὶ ἰθύντωρ, θεόφρον Ἀθωνῖτα, πρὸς βίον κρείττονα.

Ὁ Οἶκος
Ἄῤῥευστα τὰ ἐν πόλῳ,
Δανιήλ, παιδιόθεν
ἐπόθησας σοφῶς ἐν τῷ βίῳ·
ὅθεν πάντα ῥευστὰ παριδὼν
ἐν Κατουνακίοις τὸν σὸν νοῦν ἔτεινας
πρὸς Κύριον καὶ ἤγειρας
χοροὺς τῶν ἀσκητῶν βοᾶν σοι·

Χαῖρε, τοῦ Ἄθωνος μαργαρίτης·
χαῖρε, συνέσεως ὑποφήτης.

Χαῖρε, ἀηδὼν ἐγκρατείας γλυκύφθογγε·
χαῖρε, νοερῶν στρατευμάτων ὁμόσκηνε.

Χαῖρε, Σμύρνης γόνε τίμιε, ὁ ἀσκήσει θεωθείς·
χαῖρε, κρήνης πόμα ἥδιστον δροσοβόλου, θεϊκῆς.

Χαῖρε, τῶν ἐν τῷ Ἄθῳ ἀσκουμένων λαμπρότης·
χαῖρε, σεπτῶν πατέρων τῆς ἐρήμου φαιδρότης.

Χαῖρε, ἁγνείας φάρος ἀείφωτος·
χαῖρε, ξενίας πύργος χρυσότευκτος.

Χαῖρε, σεπτοῦ Νεκταρίου ὁ φίλος·
χαῖρε, χοροῦ ἀσκουμένων ὁ λύχνος·

Δανιήλ, χαῖρε, ὅσιε.

Κάθισμα
Ἦχος α'. Τὸν τάφον Σου, Σωτήρ.
Μετὰ δὲ τὴν α' Στιχολογίαν
Ἀγκάλας πατρικάς, Δανιήλ, διανοίγων τοῖς σπεύδουσι ταῖς σαῖς πρὸς Θεὸν ἱκεσίαις σπουδαίως ἀνέπαυσας καὶ πρὸς δρόμον κατηύθυνας ἐπιγνώσεως καὶ σωστικῆς μετανοίας, θεοφώτιστε, τοὺς δαπανῶντας ἀσώτως τὸν βίον τὸν βρότειον.

Έτερον Κάθισμα
Ἦχος δ ́. Ταχὺ προκατάλαβε.
Μετὰ τὴν β' Στιχολογίαν
Σπουδαίως ἐπέδωκας τῷ ἀθλοθέτῃ Χριστῷ ὡς δῶρον πολύτιμον ὅλην ἱκμάδα ψυχῆς τῆς σῆς καὶ ἀπείληφας πνεῦμα θεοσοφίας, Δανιὴλ θεοφόρε, ὥσπερ τῆς προσφορᾶς σου ἀντιμίσθιον θεῖον καὶ πέφηνας πατέρων σεπτῶν ἄρτι φῶς ἄδυτον.

Έτερον Κάθισμα
Ἦχος γ'. Τὴν ὡραιότητα.
Μετὰ τὸν Πολυέλεον
Τῆς διακρίσεως τὸ στηλογράφημα, εὐχῆς καὶ νήψεως τὸ ἐνδιαίτημα καὶ ἀκραιφνοῦς διαγωγῆς τὸν στῦλον τὸν φωτοφόρον, Δανιήλ, ὑμνήσωμεν τῶν ὁσίων τοῦ Ἄθωνος βήμασιν ἑπόμενον ἐν ἐσχάτοις τοῖς ἔτεσιν ἐκλάμψαντα ἐκθύμως βοῶντες· Χαῖρε, ἡσυχαστῶν λαμπρότης.

Έτερον Κάθισμα
Ἦχος γ'. Θείας πίστεως.
Θεῖον κόσμημα Κατουνακίων, νέον σέμνωμα πνευματοφόρων καὶ σεπτῶν Ἀθωνιτῶν, σὲ γεραίρομεν, ἡσυχαστὰ Δανιήλ, ἐνθεώτατε, τῆς προσευχῆς καὶ τῆς νήψεως πρόβολε, πόθῳ κράζοντες· Χριστὸν τὸν Θεὸν ἱλέωσαι ἡμῖν τοῖς μεγαλύνουσι σὴν ἄσκησιν.

 

saint.gr

Top Post Ad


Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael