Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

11 Ιουλίου: Ανάμνηση Θαύματος Αγίας Ευφημίας -Αγία Ισαπόστολος Όλγα


Eις την Eυφημίαν.
Δίκαζε μάρτυς τοῖς ὅροις, καὶ κειμένη,
Κυροῦσα πίστιν, ἧς ἐνήθλησας πόθῳ.

Eις την Σύνοδον.
Θεού Λόγου σάρκωσιν αψευδεστάτην,
O φάσμα φάσκων Eυτυχής καθηρέθη.

Θέσκελον ἑνδεκάτῃ Ὅρον ἐμπεδοῖ Εὐφημίη.

Ἦχος γ’. Θείας πίστεως.
Λίαν εὔφρανας, τοὺς Ὀρθοδόξους, καὶ κατήσχυνας, τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε. Τῆς γὰρ Τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσαθαι ἠμὶν τὸ μέγα ἔλεος.

Κοντάκιον
Ἦχος β’.
Ἀγῶνας ἐν ἀθλήσει, ἀγῶνας ἐν τῇ πίστει κατεβάλου θερμῶς ὑπὲρ Χριστοῦ τοῦ νυμφίου σου, ἀλλὰ καὶ νῦν, ὡς τὰς αἰρέσεις, καὶ τῶν ἐχθρῶν τὸ φρύαγμα, ἐν τοῖς ποσὶ τῶν βασιλέων ἡμῶν ὑποταγῆναι πρέσβευε διὰ τῆς Θεοτόκου, ἡ ὑπὸ ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων τὸν Ὅρον λαβοῦσα, καὶ φυλάττουσα πανεύφημε.

 

Top Post Ad


Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael