Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

25 Απριλίου: Ζωοδόχος Πηγή - Άγιος Μάρκος ο Απόστολος και Ευαγγελιστής

Μάννα, Σιλωάμ, καὶ Στοὰν Σολομῶντος,
Πηγὴν Κόρη σήν, ἐμφανῶς πᾶς τις βλέπει.

Ήχος α'.
Ο ναός σου Θεοτόκε ανεδείχθη παράδεισος, ως ποταμούς αειζώους αναβλύζων ιάματα ώ προσερχόμενοι πιστώς, ως Ζωοδόχου εκ Πηγής, ρώσιν αντλούμεν, και ζωήν την αιώνιον, πρεσβεύεις γαρ συ τω εκ σου τεχθέντι, Σωτήρι Χριστώ, σωθήναι τας ψυχάς ημών.

Έτερον Ἀπολυτίκιον 
Ἦχος πλ. ἀ'. Τὸν συνάναρχον Λόγον.
Η αναβλύζουσα Θειον ύδωρ αθάνατον, η προχέουσα ρείθρα ζωής αέναα· τοις προστρέχουσι πιστώς τη Ζωοδόχο σου Πηγή και ταύτα αρυoμένοι, βραβεύεις νυν τε παρθένε ρώσιν και θεραπείαν, και συμφορών απολύτρωσιν.

Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἐξ ἀκενώτου σου Πηγῆς Θεοχαρίτωτε, ἐπιβραβεύεις μοι πηγάζουσα τὰ νάματα, ἀενάως τῆς σῆς χάριτος ὑπὲρ λόγον· τὸν γὰρ Λόγον ὡς τεκοῦσα ὑπὲρ ἔννοιαν, ἱκετεύω σε δροσίζειν με σῇ χάριτι, ἵνα κράζω σοι· Χαῖρε ὕδωρ σωτήριον.

Μεγαλυνάριον
Ύδωρ το ζωήρυτον της Πηγής, μάννα το προχέον, τον αθάνατον δροσισμόν το νέκταρ το Θείον την ξένην άμβροσίαν το μέλι το εκ πέτρας, πίστει τιμήσωμεν.

Άγιος Μάρκος ο Απόστολος και Ευαγγελιστής

Σύροντες εἰς γὴν Μᾶρκον οἱ μιαιφόνοι,
Πρὸς οὐρανοὺς πέμποντες αὐτὸν ἠγνόουν.
Εἰκάδι πέμπτῃ Μᾶρκον ἑνὶ χθονὶ ἄφρονες εἷλκον.

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael