Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

Μεθ᾽ημών ο Θεός! Ψάλλουν οι Μοναχοί της Σιμωνόπετρας

 https://i.imgur.com/Ly7lyDq.jpeg

Μεθ’ ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε. Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Ἰσχυκότες ἡττᾶσθε. Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Ἐὰν γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε. Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος. Ὅτι μεθ’ ἡμῶν ὁ Θεός,
Καὶ λόγον, ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Τὸν δὲ φόβον ὑμῶν οὐ μὴ φοβηθῶμεν, ουδ’ οὐ μὴ ταραχθῶμεν. Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Κύριον δὲ τὸν Θεὸν ἡμῶν, αὐτὸν ἁγιάσωμεν, καὶ αὐτὸς ἔσται ἡμῖν φόβος. Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ ἐὰν ἐπ’ αὐτῷ πεποιθὼς ᾧ ἔσται μοι εἰς ἁγιασμόν. Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ, καὶ σωθήσομαι δι’ αὐτοῦ. Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ μοι ἔδωκεν ὁ Θεός, Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδε φῶς μέγα. Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ἡμᾶς. Ὅτι μεθ΄ ἡμῶν ὁ Θεός.
Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱός, καὶ ἐδόθη ἡμῖν, Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ. Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης Βουλῆς Ἄγγελος. Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Θαυμαστὸς σύμβουλος. Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Θεὸς ἰσχυρός, Ἐξουσιαστής, Ἄρχων εἰρήνης. Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ νῦν και αεί και εις τους αιώνας των αιώνων.Αμήν. Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Μεθ’ ἡμῶν ὁ Θεός , γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ὅτι μεθ’ ἡμῶν ὁ Θεός.


Top Post Ad

https://i.imgur.com/W4cdK6E.jpeg

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael