Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

29 Δεκεμβρίου: Κυριακή μετά την Χριστού Γέννησιν

Eις τον Iωσήφ.
Τιμῶ Ἰωσὴφ Μνήστορα τῆς Παρθένου,
Ὡς ἐκλεγέντα φύλακα ταύτης μόνον.

Eις τον Iάκωβον.
Σὺ τέκτονος παῖς, ἀλλ' ἀδελφὸς Κυρίου,
Τοῦ πάντα τεκτήναντος ἐν λόγῳ Μάκαρ.

Eις τον Δαβίδ.
Ἐγὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου,
Τὸν Δαυῒδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν;

Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Εὐφροσύνης σήμερον, Δαυῒδ πληροῦται ὁ θεῖος, Ἰωσήφ τε αἴνεσιν, σὺν Ἰακώβῳ προσφέρει· στέφος γὰρ τῇ συγγενείᾳ Χριστοῦ λαβόντες, χαίρουσι, καὶ τὸν ἀφράστως ἐν γῇ τεχθέντᾳ, ἀνυμνοῦσι καὶ βοῶσιν· Οἰκτίρμον σῷζε τοὺς σὲ γεραίροντας.

Μεγαλυνάριον
Μνήστωρ τῆς Παρθένου ὁ Ἰωσήφ, καὶ φύλαξ ἐδείχθη, Θεοπάτωρ δὲ ὁ Δαβίδ, Ἰάκωβος ὁ ὁμαίμων, τοῦ Λόγου ὠνομάσθη· διὸ καὶ τῇ γεννήσει τούτου συγχαίρουσι.

Ὁ Οἶκος
Ἀπορρήτῳ βουλῇ, τίκτεται σαρκὶ ὁ ἄσαρκος, περιγράφεται νῦν σώματι, ὁ ἀπερίγραπτος, καὶ σῴζει ἀτρέπτως τὰς ἄμφω οὐσίας, ἀρχὴν λαμβάνει ὁ φύσει ἄναρχος, καὶ μόνος ὑπέρχρονος, ὁρᾶται βρέφος, ὁ ὑπερτέλειος, φέρεται χερσίν, ὁ φέρων τὰ σύμπαντα. Διὸ τοὺς τούτου συγγενείᾳ σεμνυνομένους, ὡς Θεὸς στέφει τῷ ἑαυτοῦ τοκετῷ, οὓς δοξάζοντες πίστει, ἀσιγήτως ἐκβοῶμεν· Οἰκτίρμον σῷζε τοὺς σὲ γεραίροντας.

Κάθισμα
Ἦχος α'. Χορὸς Ἀγγελικὸς.
Πατρὸς ὡς ἀληθῶς, οὐρανίου θεράπων, ἐγένου Ἰωσήφ, καὶ Πατὴρ τοῦ ἀνάρχου, Υἱοῦ σὺ νενόμισαι, τοῦ σαρκὶ νηπιάσαντος· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, πιστῶς ἀνυμνοῦντές σε.

 

saint.gr

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael