Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

12 Δεκεμβρίου: Άγιος Σπυρίδων ο Θαυματουργός

Ὁ θαυματουργὸς κἂν τέθνηκε Σπυρίδων,
Τοῦ θαυματουργεῖν οὐκ ἔληξεν εἰσέτι.
Ἀμφὶ δωδεκάτην Σπυρίδων βίοτον λίπε τόνδε.

Ἀπολυτίκιον 
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργούντάς σοι Ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τῷ πόθῳ Χριστοῦ τρωθεὶς, Ἱερώτατε, τὸν νοῦν πτερωθείς, τῇ αἴγλῃ τοῦ Πνεύματος, πρακτικὴ θεωρία, τὴν πρᾶξιν εὗρες θεόπνευστε, θυσιαστήριον θεῖον γενόμενος, αἰτούμενος πᾶσι θείαν ἕλλαμψιν.

Μεγαλυνάριον
Χαίροις των θαυμάτων ο ποταμός· Χαίροις ασθενούντων, και πασχόντων ο ιατρός· Χαίροις των λογίων του Πνεύματος ο σπόρος, Σπυρίδων Τριμυθούντος, ποιμήν τρισόλβιε.

Έτερον Μεγαλυνάριον
Χαίροις Τριμυθούντος η καλλονή, Χαίροις ασθενούντων, και πασχόντων ο ιατρός, Χαίροις των Πατέρων, ωράϊσμα και κλέος, Τρισόλβιε Σπυρίδων, σε μεγαλύνομεν.

Ὁ Οἶκος
Τὸν ἐκ κοιλίας ἡγιασμένον Ἱεράρχην Κυρίου, ἀνευφημήσωμεν νῦν Σπυρίδωνα, τὸν τῆς χάριτος πλάκας δεξάμενον θείας δόξης, καὶ ἐν θαύμασι περιβόητον πᾶσι, καὶ ὡς θερμὸν καὶ αὐτόπτην τῆς θείας ἐλλάμψεως, ὡς τῶν πενήτων προστάτην, καὶ τῶν ἁμαρτανόντων ψυχαγωγόν· οὗτος γὰρ θύων τῷ βήματι τοῦ Χριστοῦ, Ἱεράρχης πιστός ἀναδέδεικται, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.

Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ ποιμνίων προβάτων τὴν τοῦ Χριστοῦ, Ἐκκλησίαν ποιμαίνειν προχειρισθείς, ποιμὴν θεοπρόβλητος, σὺ Σπυρίδων ἀνέλαμψας, κακοδοξίας λύκους, ἐλάσας τοῖς λόγοις σου, ἐν εὐσεβείας πόᾳ, αὐτὴν ἐκτρεφόμενος· ὅθεν ἀναμέσον, θεοφόρων Πατέρων, τὴν πίστιν ἐτράνωσας, τῇ σοφίᾳ τοῦ Πνεύματος, Ἱεράρχα μακάριε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.


saint.gr

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael