Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

14 Νοεμβρίου: Άγιος Φίλιππος ο Απόστολος -Άγιος Γρηγόριος ο Παλαμάς Αρχιεπίσκοπος Θεσσαλονίκης


Ἀρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου,
Τὰ τῶν ποδῶν σοι νίπτρα Σῶτερ ἐκτίνει.
Ἤρθης κἀκκεφαλῆς δεκάτῃ Φίλιππε τετάρτῃ.

Ἦχος γ’. Θείας πίστεως.
Θείαν ἔλλαμψιν, τοῦ Παρακλήτου, εἰσδεξάμενος, πυρὸς ἐν εἴδει, παγκοσμίως ὡς ἀστὴρ ἀνατέταλκας, καὶ τῆς ἀγνοίας τὸν ζόφον διέλυσας, τῇ θείᾳ αἴγλῃ Ἀπόστολε Φίλιππε. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ δεόμεθα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Έτερον Ἀπολυτίκιον  
Ἦχος γ’.
Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Κοντάκιον
Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς .
Ὁ μαθητὴς καὶ φίλος σου, καὶ μιμητὴς τοῦ πάθους σου, τῇ οἰκουμένῃ Θεόν σε ἐκήρυξεν, ὁ θεηγόρος Φίλιππος. Ταῖς αὐτοῦ ἱκεσίαις, ἐξ ἐχθρῶν παρανόμων, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.

Έτερον Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ἐν τῷ Υἱῷ τῷ Πατρικῷ φωτὶ ἑώρακας Πατρὸς τὴν δόξαν ὡς τοῦ Πνεύματος κειμήλιον Καθὰ ᾔτησας Ἀπόστολε θεορρῆμον. Ἀλλ’ ὡς μύστης τῆς Χριστοῦ συγκαταβάσεως Πολύτροπον συμφορῶν ἡμᾶς ἀπάλλαξον Τοὺς βοῶντάς σοι, χαίροις ἔνδοξε Φίλιππε.

Μεγαλυνάριον
Φίλος καὶ Ἀπόστολος εὐκλεής, τοῦ καὶ μέχρι δούλου, κενωθέντος ἀναδειχθείς, Φίλιππε θεόπτα, ἐκήρυξας ἐν κόσμῳ, τὴν τούτου ὑπὲρ λόγον, ἄρρητον κένωσιν.

Ὁ Οἶκος
Ῥεῖθρα λόγου παράσχου μοι Κύριε, ὁ ὑδάτων τὴν φύσιν δειμάμενος, τὴν καρδίαν μου στήριξον Δέσποτα, ὁ τὴν γῆν στερεώσας τῷ λόγῳ σου, καὶ φώτισον μου τὴν διάνοιαν, ὁ τὸ φῶς ὡς χιτῶνα ἀναβαλλόμενος, ἵνα λέγω καὶ ψάλλω τὰ πρέποντα, καὶ ἀξίως ὑμνήσω τὸν σὸν Μαθητὴν Πολυέλεε.

Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν.
Ἐλατὴρ τῶν δαιμόνων ἀναδειχθείς, καὶ φωστὴρ τῶν ἐν σκότει ἀποφανθείς, ἔδειξας τὸν Ἥλιον, ἐκ Παρθένου ἐκλάμψαντα, καὶ ναοὺς εἰδώλων, συντρίψας ἀνήγειρας, ἐκκλησίας Μάκαρ, εἰς δόξαν Θεοῦ ἡμῶν· ὅθεν σε τιμῶμεν, καὶ τὴν θείαν σου μνήμην, λαμπρῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Άγιος Γρηγόριος ο Παλαμάς Αρχιεπίσκοπος Θεσσαλονίκης, ο Θαυματουργός 
 

Φωτός λαμπρόν κήρυκα νυν όντως μέγαν,
Πηγή φάους άδυτον άγει προς φέγγος.

Ἦχος πλ. δ’.
Ὀρθοδοξίας ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, τῶν Μοναστῶν ἡ καλλονή, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος, Γρηγόριε θαυματουργέ, Θεσσαλονίκης τὸ καύχημα, κῆρυξ τῆς χάριτος, ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸ πολύφωνον στόμα τῆς θείας χάριτος, τῶν Ὀρθοδόξων δογμάτων τόν ἀληθῆ θησαυρόν, ἀνυμνοῦμέν σε πιστῶς Πάτερ Γρηγόριε· τῆς Ἐκκλησίας γὰρ φωστήρ, ἀνεδείχθης φαεινός, καὶ κλέος Θεσσαλονίκης· ἥτις ἐν σοὶ καυχωμένη, λαμπρῶς γεραίρει τοὺς ἀγῶνάς σου.

Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον Θεολογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα Ἀνυμνοῦμέν σε Γρηγόριε θεορρῆμον. Ἀλλ’ ὡς νοῦς νοΐ τῷ πρώτῳ παριστάμενος, Πρὸς αὐτὸν τὸν νοῦν ἡμῶν Πάτερ ὁδήγησον, Ἵνα κράζωμεν, χαῖρε κῆρυξ τῆς χάριτος.

Έτερον Κοντάκιον
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Θεσσαλονίκη ἡ περίβλεπτος πόλις, τὴν σὴν ἁγίαν ἑορτάζουσα μνήμην, πρὸς εὐφροσύνην συγκαλεῖται ἅπαντας· ταύτης ποιμενάρχης γάρ, θεοφόρος ἐδείχθης, καὶ σοφὸς διδάσκαλος, Ἐκκλησίας ἁπάσης· χαριστηρίους ὅθεν σοι ᾠδάς, ᾄδομεν πάντες, Γρηγόριε μέγιστε.

Μεγαλυνάριον
Χαίροις Ἐκκλησίας λαμπρὸς φωστήρ, καὶ Θεσσαλονίκης, ποιμενάρχης θεοειδής· χαίροις τοῦ ἀκτίστου, φωτὸς ὄργανον θεῖον, καὶ θεολόγων στόμα, Πάτερ Γρηγόριε.

saint.gr


Top Post Ad

https://i.imgur.com/9m9QIjN.jpg

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael