Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

8 Οκτωβρίου: Οσία Πελαγία

Αἴσχους πλυθεῖσα καὶ λιποῦσα τὸν σάλον,
Πρὸς ὅρμον ἥκεις οὐρανοῦ Πελαγία.
Ὀγδοάτῃ ὑπάλυξε βίου πέλαγος Πελαγία.

Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ἐξ ἀκανθῶν καθάπερ ρόδον εὐῶδες, τὴ Ἐκκλησία Πελαγία ἐδείχθης, ταὶς ἐναρέτοις πράξεσιν εὐφραίνουσα ἠμᾶς, ὅθεν καὶ προσήγαγες, ὡς ὀσμὴν εὐωδίας, τῷ σὲ θαυμαστώσαντι, τὸν σὸν βίον Ὁσία. Ὂν ἐκδυσώπει σώζεσθαι ἠμᾶς, παθῶν παντοίων, ψυχῆς τὲ καὶ σώματος.

Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ᾽ εἰκόνα· λαβοῦσα γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες, ὑπερορᾷν μὲν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτoυ· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὁσία Πελαγία τὸ πνεῦμά σου.

Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν
Τὸ σῶμα τὸ σὸν νηστείαις κατατήξασα, ἀγρύπνοις εὐχαῖς, τὸv Κτίστην καθικέτευες, τοῦ λαβεῖν σῶν πράξεων, τὴv τελείαν Μῆτερ συγχώρησιv, ἢν καὶ ἔλαβες ἀληθῶς, ὁδὸν μετανοίας ὑποδείξασα.

Ὁ Οἶκος
Ὅσοι ἐν βίῳ ἁμαρτίαις ἐμολύνθητε, ὡς ὁ τάλας ἐγώ, ζηλώσωμεν τὴν μετάνοιαν, τὸν ὀδυρμόν τε μετὰ δακρύων τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας, ἵνα ταχὺ ἐκ Θεοῦ τὴν συγχώρησιν λάβωμεν, καθάπερ ἡ μακαρία, ἔτι ζῶσα, τὸν ῥύπον ἀπέπλυνε τῆς ἁμαρτίας, καὶ ἔλαβεν ἐκ Θεοῦ τὴν τελείαν συγχώρησιν, ὁδὸν μετανοίας ὑποδείξασα.

Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν.
Μετανοίας τῇ δρόσῳ τὴν τῶν παθῶν, ἀποσβέσασα φλόγα τὴν σεαυτῆς, ζωὴν ἀνατέθεικας, τῷ Θεῷ καὶ Σωτῆρί σου, διὰ τοῦτο κόσμον, φυγοῦσα ἐμόνασας, ἐν ἐρήμῳ βίον, Ἀγγέλων ζηλώσασα· ὅθεν σοῦ τὸ τέλος, μετὰ δόξης μεγάλης, θεόθεν τιμώμενον, ἐπεγνώσθη τοῖς πέρασι, Πελαγία πανένδοξε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.


saint.gr

Top Post Ad

https://i.imgur.com/9m9QIjN.jpg

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael