Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

3 Οκτωβρίου: Άγιος Διονύσιος ο Αρεοπαγίτης

Τέμνῃ κεφαλήν· καὶ τὸ λοιπὸν ὡς μέγα!
Ἄρας γὰρ αὐτήν, Διονύσιε τρέχεις.
Τμηθεὶς Διονύσιε τρίτῃ κεφαλὴν θέες αἴρων.

Ἔρωτι φλεγόμενος τοῦ σοῦ Δεσπότου,
τῇ φλογὶ παρέδωκας σαὐτὸν ἡδέως.
Τρίτη Ὀκτωβρίοιο θάνε Διονύσιος.

Ἦχος πλ. α’. Τὸ συνάναρχον Λόγον.
Ἀγρευβεῖς τῷ τοῦ Παύλου Πάτερ κηρύγματι, ὑφηγητὴς ἀνεδείχθης τῶν ὑπὲρ νοῦν δωρεῶν, διαvoiα ὑψηλὴ καλλωπιζόμενος, τῶν γὰρ ἀΰλων οὐσιῶν, τᾶς ἀρχὰς μυσταγωγεῖς, ὡς μύστης τῶν ἀπορρήτων, καὶ τῆς σοφίας ἐκφάντωρ, Ἱερομάρτυς Διονύσιε.

Έτερον Ἀπολυτίκιον 
Ἦχος δ’.
Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ Σκεύους τῆς ἐκλογῆς τὰ ἀπόῤῥητα, καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἱερομάρτυς Διονύσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τὰς οὐρανίους διαβὰς πύλας ἐv πνεύματι, μαθητευθεὶς τῷ ὑπὲρ τρεῖς οὐρανοὺς φθάσαντι, Ἀποστόλου Διονύσιε τῶν ἀῤῥήτωv, ἐπλουτίσθης πᾶσαν γνῶσιν καὶ κατηύγασας, τοὺς ἐν σκότει ἀγνωσίας πρὶν καθεύδοντας, διὸ κράζομεν, Χαίροις Πάτερ παγκόσμιε.

Έτερον Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς τῶν ἀρρήτων μυητὴν καὶ ὑφηγήτορα Καὶ τῶν ἀΰλων οὐσιῶν ἱεροφάντορα Ἀνυμνοῦμέν σε ἀξίως Ἱερομάρτυς. Ἀλλ’ ὡς πλήρης τῆς τοῦ Πνεύματος ἐλλάμψεως Τῆς σῆς χάριτος μετάδος ταῖς ψυχαῖς ἡμῶν Τῶν βοώντων σοι, χαίροις Πάτερ Διονύσιε.

Μεγαλυνάριον
Πρῶτος Ἀθηναίων Ἀρχιερεύς, πρῶτος τε καὶ μάρτυς γεγονέναι ἀξιωθείς, ὑπὲρ ἡμῶν ἁπάντων ποιοῦ σὴν ἱκεσίαν Θεῷ, θερμαῖς λιταῖς σου, ὦ Διονύσιε.

Έτερον Μεγαλυνάριον
Τῶν ὑπερκοσμίων θεωριῶν, γεγονὼς ἐπόπτης καὶ ἐκφάντωρ θεοειδής, θεαρχικωτάτων, ἐλλάμψεων τὸ κάλλος, πανσόφως διαγράφεις, ὦ Διονύσιε.

Ὁ Οἶκος
Ἄγγελος ἐξ ἀνθρώπων ἀρεταῖς χρηματίσας, ὁ μέγας Διονύσιος πᾶσαν, ὡς ὑπόπτερος, ἐμυήθη τὸν νοῦν τὴν οὐράνιον γνῶσιν· διὸ ᾄσμασιν , ὡς Ἄγγελον τιμήσωμεν, βοῶντες πρὸς αὐτὸν τοιαῦτα.

Χαῖρε, ὁ γνοὺς Χριστὸν διὰ Παύλου, χαῖρε, πολλοὺς πρὸς Χριστὸν ἐπιστρέψας.
Χαῖρε, πολυθέου σκηνῆς ὀλετήριον, χαῖρε, θεογνώστου βουλῆς σκοπευτήριον.
Χαῖρε, βίβλος θεοχάρακτος, μυστηρίων θησαυρέ, χαῖρε πίναξ θεομόρφωτε, καὶ διόπτρα οὐρανοῦ.
Χαῖρε, ὅτι τὸ Πάθος τοῦ Κυρίου κατεῖδες, χαῖρε, ὅτι προθύμως δι' αὐτὸν σφαγιάζῃ.
Χαῖρε, πηγὴ βλυστάνουσα ἄφεσιν, χαῖρε, ῥανὶς κοιλαίνουσα ἄνοιαν.
Χαῖρε, ὁδὸς ἀπλανὴς σωτηρίας, χαῖρε, φραγμὸς ἀσεβῶν παροδίας.
Χαίροις, Πάτερ παγκόσμιε.

saint.gr

Top Post Ad

https://i.imgur.com/9m9QIjN.jpg

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael