Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

16 Οκτωβρίου: Άγιος Λογγίνoς ο Εκατόνταρχoς

 

Υἱὸν Θεοῦ λέγων σε Χριστὲ καὶ πάλιν,
Λογγῖνος ὡς πρὶν τέμνεται τὸν αὐχένα.
Ἕκτῃ καὶ δεκάτῃ Λογγῖνον ἄορ κατέπεφνεν.

Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τὸν Ἥλιον τῆς δόξης Σταυρῶ προσηλωθέντα, καὶ τοὶς ἐν σκιᾷ τοῦ θανάτου ἐκλάμποντα ὡς εἶδες, ηὐνάσθης αὐτοῦ ταὶς ἀστραπαίς, καὶ ἤθλησας Λογγίνε εὐσεβῶς, διὰ τοῦτο νοσημάτων παντοδαπῶν, λυτρούσαι τοὺς ἐκβοώντας, δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σου, πάσιν ἰάματα.

Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Εὐφροσύvως γέγηθεν ἡ Ἐκκλησία, ἐν τῇ μνὴμη σήμεροv, τοῦ ἀοιδίμου ἀθλητοῦ, Λογγίvου ἀνακραυγάζουσα. Σὺ μου τὸ κράτος, Χριστὲ καὶ στερέωμα.

Ὁ Οἶκος
Τὸν οὐρανὸν σκότει πολλῷ, τὴν γῆν τε σειομένην, καὶ πέτρας ῥηγνυμένας, ναοῦ τε τὸ καταπέτασμα σχισθὲν εἰς δύο θεωρῶν ἐν τῷ θείῳ πάθει τοῦ Χριστοῦ ὁ ἀθλητής, Θεοῦ Υἱὸν αὐτὸν ἐγνώρισε, πάσχοντα τῇ οἰκείᾳ εὐσπλαγχνίᾳ, ἀπαθῆ δὲ ὄντα τῇ θεότητι καὶ δόξῃ, σὺν τῷ Πατρὶ καὶ Πνεύματι Ἁγίῳ συνέχοντα τὸ πᾶν καὶ διακρατοῦντα, ὡς Θεὸν ἀληθινὸν καὶ Βασιλέα· ὅθεν ἐν χαρᾷ Λογγῖνος ἀνακραυγάζει· Σύ μου τὸ κράτος Χριστὲ καὶ στερέωμα.


 saint.gr


Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael