Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

28 Σεπτεμβρίου: Όσιος Χαρίτων ο Ομολογητής - Όσιος Ισαάκ ο Σύρος

Τῆς γῆς πατήσας τάς τρυφὰς ὁ Χαρίτων,
Κατατρυφᾷ νῦν οὐρανοῦ τῶν χαρίτων.
Εἰκάδι ὀγδοάτῃ Χαρίτων θάνε γήραϊ μακρῷ.

Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χαρίτων τοῦ Πνεύματος, καταυγασθεῖς ταὶς αὐγαίς, φωστὴρ ἐχρημάτισας, τῆς ἐναρέτου ζωῆς, Χαρίτων μακάριε, σὺ γὰρ ὁμολογία, ἀληθείας ἐμπρέψας, ἔλαμψας ἐν ἐρήμῳ, ἐγκράτειας τοὶς πόνοις. Διὸ τῶν εὐφημούντων σέ, Πάτερ μνημόνευε.

Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας· καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν, Χαρίτων Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον
Ἦχος β’. Τὴν ἐν πρεσβείαις.
Κατατρυφήσας θεόφρον τῆς ἐγκρατείας, καὶ τῆς σαρκός σου τὰς ὀρέξεις χαλινώσας, ὤφθης τῇ πίστει αὐξανόμενος· καὶ ὡς ζωῆς ἐν μέσῳ, ξύλον Ἐδὲμ ἐξήνθησας, Χαρίτων παμμάκαρ ἱερώτατε.

Ὁ Οἶκος
Τοῦτον τὸν μέγαν ἐν τοῖς Ὁσίοις, τὸν φωστῆρα τὸν θεῖον Ἰκονίου πιστοί, Χαρίτωνα τὸν μακάριον, ἐν ὑμνῳδίαις ἀνευφημήσωμεν, καὶ ἐν ᾄσμασι θείοις, αὐτοῦ τὴν κάραν στέψωμεν· τὴν γὰρ ὀφρὺν τῶν ματαίων εἰδώλων ἠδάφισε, σὺν τούτοις καὶ τῶν δαιμόνων τὴν ἐνέργειαν πᾶσαν ἐνέκρωσε· διὸ τοὺς πόνους μὲν ἤνεγκε, τῶν βραβείων δὲ ἔτυχεν ἀληθῶς· Αὐτὸν οὖν ἐπαινοῦντες γεραίρομεν, τοῦ κόσμου φωστῆρα τὸν παγκόσμιον.

Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς ἀθλήσεως πόνοις δοκιμασθείς, τῆς ἀσκήσεως ἄθλοις βεβαιωθείς, χρυσίου λαμπρότερον, εὐσεβείᾳ ἀπήστραψας, καὶ καθαρὸν δοχεῖον ὑπάρξας τοῦ Πνεύματος, πονηρῶν πνευμάτων τὸ σκότος ἐμείωσας· ὅθεν συναθροίσας, μοναζόντων ἀγέλας, ποιμὴν τούτων γέγονας, καὶ φωστὴρ διαυγέστατος· Ὦ Χαρίτων μακάριε, πρὲσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Έτερον Κάθισμα
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τοῖς λόγοις ἐκόσμησας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τὸ κατ' εἰκόνα Θεοῦ, Χαρίτων μακάριε· ἔλαμψε γὰρ ἐν κόσμῳ, ἡ ἐν σοὶ σωφροσύνη, χαρίτας ἰαμάτων, ἀπαστράπτουσα πίστει· διὸ καὶ ἑορτάζομεν, πόθῳ τὴν μνήμην σου.


Όσιος Ισαάκ ο Σύρος
https://i.imgur.com/TTuZoez.jpeg

Ἀπολυτίκιον
Ήχος πλ. α΄. Τον συνάναρχον Λόγον.
Αρετών ταις ακτίσι καταλαμπόμενος, της εν Χριστώ πολιτείας φωστήε πολύφωτος, θεοφόρε Ισαάκ ώφθης εν Πνεύματι, και κατευθύνεις ασφαλώς, σωτηρίας προς οδόν, διδάγμασι θεοπνεύστοις, τους ευφημούντας σε Πάτερ, ως του Χριστού θείον θεράποντα.

Κοντάκιον
Ήχος πλ. δ΄. Τη υπερμάχω.
Τη ισαγγέλω πολιτεία σου, μακάριε, του Παρακλήτου ανεδείχθης θείον όργανον, Ισαάκ, και μοναζόντων τύπος εν πάσιν, αλλ' ως χάριτος της θείας ενδιαίτημα, χάριν αίτησαι ημίν και φως ουράνιον,...

saint.gr

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael