Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

24 Σεπτεμβρίου: Αγία Θέκλα η Ισαπόστολος -Άγιος Σιλουανός ο Αγιορείτης

Αὐτὸς σε σῴζει Θέκλα ῥήξας τὴν πέτραν,
Οὗ τῷ πάθει πρὶν ἐρράγησαν αἱ πέτραι.
Πέτρη ἀμφὶ τετάρτην εἰκάδα δέξατο Θέκλην.

Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τοῦ Παύλου συνέκδημος, ὡς καθαρα τὴν ψυχήν, καὶ πρώταθλος πέφηνας, ἐν γυναιξὶν εὐκλεῶς, Χριστὸν ἀγαπήσασα, σὺ γὰρ τῆς εὐσέβειας, πτερωθεῖσα τῷ πόθῳ, ἤθλησας ὑπὲρ φύσιν, Ἰσαπόστελε Θέκλα διὸ σὲ ὁ Πανοικτίρμων νύμφην ἠγάγετο.

Έτερον Ἀπολυτίκιον
Ἦχος γ΄. Θείας πίστεως.
Θείου κήρυκος διδασκαλίας, πόθῳ κτίστου σου ἀναφλεχθεῖσα, τῶν γεηρῶν ὡς ῥεόντων ἠλόγησας· καί σεαυτήν ἱερόν καλλιέργημα, τῷ Θεῷ δοῦσα ποινῶν κατετόλμησας. Θέκλα ἔνδοξε, Παύλου τοῦ θείου συνέκδημε, τόν σόν Νυμφίον Χριστόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

Κοντάκιον
Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς
Τῆς παρθενίας τῷ κάλλει ἐξέλαμψας, μαρτυρίου στεφάνῳ κεκόσμησαι, ἀποστολὴν πιστεύῃ Παρθένε ὡς ἔνδοξος, καὶ τοῦ πυρὸς μὲν τὴν φλόγα, εἰς δρόσον μετέβαλες, τοῦ ταύρου δὲ τὸν θυμόν, προσευχῇ σου ἡμέρωσας ὦ Πρωτόαθλε.

Άγιος Σιλουανός ο Αγιορείτης

Ἦχος δ’. Κανόνα πίστεως.
Χριστὸν διδάσκαλον ἐν ὀδῷ ταπεινώσεως προσευξάμενος ἔλαβες, μαρτυροῦντος τοῦ Πνεύματος, ἐν σῇ καρδία τὴν λύτρωσιν, διὰ τοῦτο ἀσκήσεως ἀνεδείχθης σὺ ὁδηγός, ὡς φωτὸς θείου ἔμπλεως. Ὅσιε πάτερ Σιλουανέ, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθήναι τᾶς ψυχᾶς ἠμῶν.

Έτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁσίων ἐφάμιλλος, καὶ κοινωνὸς ἀληθῶς, ἐσχάτοις ἐν ἔτεσι, δι’ ἐναρέτου ζωῆς, ἐδείχθης μακάριε. Ὅθεν Σιλουανέ σε, ἡ οὐράνιος δόξα, δέδεκται μετὰ τέλος, σὺν Ὁσίοις Πατράσι· μεθ’ ὧν καὶ καθικέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Έτερον Ἀπολυτίκιον
Ἦχος γ'. Θείας πίστεως.
Κήρυξ δέδοσαι, τῇ οἰκουμένῃ, σὺ γλυκύτατος, ἐν θεολόγοις, τῆς τοῦ Χριστοῦ ἀγάπης τρισόλβιε· τὸν Ταπεινὸν γὰρ καὶ Πρᾷον ἑώρακας, καὶ τὴν Ἐκείνου καρδίαν κατέμαθες. Ὅθεν ἅπαντες, Σιλουανὲ ἐλλαμπόμενοι, τοῖς θεογλώσσοις ῥήμασι, δοξάζομεν τὸ Πνεῦμα τὸ δοξάσαν σε.

(Ποίημα Παύλου Ἱερομόναχου).

Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. α'. Τὸν Συνάναρχον Λόγον.
Κατηγλάϊσας Πάτερ Ὄρος τοῦ Ἄθωνος, ὑπὲρ φύσιν βιώσας καὶ τὴν τοῦ Πνεύματος, ἐπίδειξάμενος ἡμῖν θείαν ἐνέργειαν, ὅθεν τιμῶντές σου σεπτῶς, τὴν μνήμην ὦ Σιλουανέ, δοξάζομεν ἐκ καρδίας, τὸν παρασχόντα σε μέγαν, τῇ Ἐκκλησίᾳ χριστοκήρυκα.

Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῶν Ὁσίων σύσκηνος τῶν πάλαι ὤφθης, ἐναρέτοις πράξεσι, Χριστὸν δοξάσας ἐπὶ γῆς, Σιλουανὲ παναοίδιμε, καὶ ἐκομίσω τὸν ἄφθαρτον στέφανον.

Μεγαλυνάριον
Χαίροις θεοφόρε Σιλουανέ, ὁ ἐσχάτοις χρόνοις, διαλάμψας ἀσκητικῶς· χαίροις τῶν ἐν Ἄθῳ, ὑπόδειγμα Πατέρων, καὶ πρὸς Χριστὸν μεσίτης, ἡμῶν θερμότατος.
facebook sharing button

 saint.gr

 

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael