Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

28 Αυγούστου: Όσιος Μωυσής ο Αιθίοπας - Ο «εγκληματίας» που έγινε Άγιος!

Φήσεις τὸ ῥητὸν καὶ θανών, Μωσῆ μέλα.
«Ἄνθρωπος ὄψιν, καὶ Θεὸς τὴν καρδίαν».
Θάψαν ἐν εἰκάδι Μωσῆν ὀγδόῃ Αἰθιοπῆα.

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῶν παθῶν καταλείψας Πάτερ τὴν Αἴγυπτον, τῶν ἀρετῶν ἐν τῷ ὄρει ἀνῆλθες πίστει θερμή, τὸν Σταυρὸν τὸν τοῦ Χριστοῦ ἄρας ἐπ' ὤμων σου, καὶ δοξασθεῖς περιφανῶς τύπος ὤφθης Μοναστῶν, Μωσῆ Πατέρων ἀκρότης, μεθ' ὧν ἀπαύστως δυσώπει ἐλεηθήναι τᾶς ψυχᾶς ἠμῶν.

Έτερον Ἀπολυτίκιον
Ἦχος α'. Τοῦ λίθου σφαγισθέντος.
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Μωϋσῆ· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Αἰθιόπων πρόσωπα, ἀπορραπίσας, νοητῶν ἀνέλαμψας, καθάπερ ἥλιος φαιδρός, φωταγωγῶν τᾶς ψυχᾶς ἠμῶν, τῶν σὲ τιμώντων, Μωσῆ παμμακάριστε.

Μεγαλυνάριον
Ἔργοις διαλάμψας ἀσκητικοῖς, ἐχθρῶν νοουμένων, ἀπημαύρωσας τὴν ἰσχύν, καὶ τῆς ἄνω δόξης ἐδείχθης κληρονόμος, συνὼν τοῖς Ἀσωμάτοις, Μωσῆ μακάριε.

Κάθισμα
Ἦχος γ'. Θείας πίστεως.
Φέγγος ἄδυτον εἰσδεδεγμένος, ἀπημαύρωσας τῶν νοουμένων, Αἰθιόπων θεοφόρε τὰ πρόσωπα, καὶ τὰς αὐτῶν κακουργίας διέλυσας, ταὶς πρὸς τὸ θεῖον ἀπαύστοις σου νεύσεσι Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


saint.gr



Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael