Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

24 Αυγούστου: Άγιος Κοσμάς ο Αιτωλός -Ανακομιδή Ιερών Λειψάνων Αγίου Διονυσίου του Ζακυνθινού

Εὔκοσμος ὤφθης κόσμος, ὦ Κοσμᾶ μάκαρ,
Κόσμον λόγοις σοῖς αἵμασι τ᾽ αγλαΐσας.

Ἦχος α’. Τὸν ταφον σου Σωτὴρ.
Τὸν μέγαν ἀθλητήν, ὀρθοδόξων τὸ κλέος, Χριστοῦ τὸν μιμητὴν καὶ διδάσκαλον θεῖον, Κοσμᾶν τὸν ἰσαπόστολον, Αἰτωλίας ἀγλάϊσμα, τὸν παιδεύσαντα τὸ δοῦλον Γένος ἐνθέως καὶ συντρέξαντα εἰς τὴν ἀνάστασιν τούτου ἐν ὕμνοις τιμήσωμεν.

Έτερον Ἀπολυτίκιον
Ἦχος γ’. Μέγαν εὔρατο ὲν τοῖς κινδύνοις.
Κόσμον ηὔγασας Πνεύματι θείῳ, κόσμον ἤνεγκας τῇ ᾿Εκκλησίᾳ, κόσμημα θεῖον, πιστῶν τὸ προπύργιον, ταῖς διδαχαῖς σὺ τὸ Γένος ἐφώτισας καί τῆς δουλείας τὰ σκότη διέλυσας, Κοσμᾶ ῞Αγιε· τῶν ᾿Αποστόλων ὁμότροπε, Χριστὸν τὸν Θεὸν ἱκέτευε κοσμῆσαι τὰς ψυχὰς τῶν ἀνυμνούντων σε.

Έτερον Ἀπολυτίκιον
Ἦχος γ’. Μέγαν εὔρατο ὲν τοῖς κινδύνοις.
Θεῖον κόσμημα ᾿Ορθοδοξίας καὶ ἀγλάϊσμα τῆς ᾿Εκκλησίας ἀνεδείχθης, Κοσμᾶ ἰσαπόστολε· διὰ πυρὸς διελθών τε καὶ ὕδατος, ἀναψυχὴν σὺ ἐκτήσω δι’ αἵματος. Εὐκοσμώτατε, διδάχων τοῦ Γένους κόσμημα, Χριστὸν τὸν Θεὸν ἱκέτευε κοσμῆσαι ἀρεταῖς καὶ τὰς ψυχὰς ἡμῶν.

Έτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τὴν εὔηχον σάλπιγγα Εὐαγγελίου Χριστοῦ, Προφήτην τὸν πύρινον καὶ μιμητὴν ᾿Ηλιοῦ, Κοσμᾶν τὸν ᾿Ισαπόστολον, πάντων τῶν ὀρθοδόξων ὁδηγὸν καὶ προστάτην, δήμων τῆς Αἰτωλίας καὶ τυράννου τὸ σέβας, ὕμνοις καὶ ἐγκωμίοις ἀθρόως τιμήσωμεν.

Έτερον Ἀπολυτίκιον  
Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, διδασκαλία, κατεκόσμησας, τὴν Ἐκκλησία, ζηλωτὴς τῶν Ἀποστόλων γενόμενος καὶ κατασπείρας τὰ θεία διδάγματα, μαρτυρικῶς τὸν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος.

Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὡς φωστὴρ νεόφωτος τὴν Ἐκκλησίαν, καταυγάζεις ἅπασαν, Εὐαγγελίου διδαχαῖς, Κοσμᾶ Χριστοῦ Ἰσαπόστολε· διὸ ἀξίως γεραίρει τὴν μνήμην σου.

Μεγαλυνάριον
Χαίροις Ἀποστόλων ὁ μιμητής, Κοσμᾶ Θεοφόρε, εὐσεβείας ὑφηγητά, τοῦ Εὐαγγελίου ὁ θεηγόρος κῆρυξ, καὶ τῶν πιστῶν ἁπάντων, θεῖον ἀγλάϊσμα.

Έτερον Μεγαλυνάριον
Κόσμον φέρων θεῖον τῶν ἀρετῶν καὶ τοῦ μαρτυρίου τὸ διάδημα τὸ σεπτόν, κόσμησον εὐχαῖς σου ἀεὶ τὴν ᾿Εκκλησίαν καὶ σὺν παντὶ τῷ κόσμῳ, Κοσμᾶ μέγιστε.

============

Ανακομιδή Ιερών Λειψάνων του Αγίου Διονυσίου του Ζακυνθινού

Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τοῦ παντίμου Λειψάνου σου τὴν μετάθεσιν, ἀπὸ Στροφάδων εἰς Ζάκυνθον ἐορτάζοντας, Διονύσιε σοφὲ ἀνευφημοῦμεν σέ, σὺ γὰρ παρέχεις δι' αὐτοῦ, χάριν ἄφθονον ἀεί, τοὶς πίστει προσερχομένοις, τὴ θεϊκὴ χορηγία, ὡς τοῦ Χριστοῦ θεράπων γνήσιος.

Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τοῦ σεπτοῦ Λειψάνου σου τῇ μεταθέσει, ἑορτὴν κροτοῦμέν σοι, πᾶς ὁ λαὸς ὁ τοῦ Θεοῦ, πανευσεβῶς εὐφημοῦντές σε, θαυματοφόρε σοφὲ Διονύσιε.

Μεγαλυνάριον
Ἦκεν ἐκ Στροφάδων ὡς θησαυρός, τῇ πόλει Ζακύνθου, τὸν σὸν Λείψανον τὸ σεπτόν, καὶ καταπλουτίζει, θαυμάτων ἐνεργείαις, τῶν εὐσεβῶν τὰ στίφη, ὦ Διονύσιε.

saint.gr

 

 

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael