Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

13 Ιουλίου: Σύναξη του Αρχαγγέλου Γαβριήλ

Τῶν σῶν ἀγαθῶν ὥσπερ οὐκ ἔχω κόρον,
Ὡς οὐδ' ἑορτῶν, Γαβριὴλ Ἄρχων Νόων.
Τῇ δεκάτῃ δὲ τρίτῃ συναγήοχεν ὧδε Γαβριήλ.

Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος Ἀρχάγγελος, τῶν νοερῶν στρατιῶν, Τριάδος τὴν ἔλλαμψιν, καθυποδέχη λαμπρῶς, Γαβριὴλ Ἀρχιστράτηγε, ὅθεν ἐκ πάσης βλάβης, καὶ παντοίας ἀνάγκης, σῷζε ἀπαρατρώτους, τοὺς πιστῶς σὲ τιμώντας, καὶ πόθω ἀνευφημούντας, τὰ σὰ θαυμάσια.

Έτερον Ἀπολυτίκιον
Ἦχος δ'.
Τῶν Οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἳνα ταῖς σαῖς δεήσεσι τειχίσης ἡμᾶς, σκέπη τῶν πτερύγων τῆς ἀΰλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας, Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς Ταξιάρχης τῶν ἄνω Δυνάμεων.

Κοντάκιον
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν ἀσωμάτων λειτουργῶν ὡς πρωτεύων.τὸ πρὸ αἰώνων ὁρισθὲν ὄντως μέγα, σὺ Γαβριὴλ πεπίστευσαι μυστήριον, τόκον τὸν ἀπόρρητον, τῆς Ἁγίας Παρθένου, χαῖρε προσφωνῶν αὐτῇ, ἡ Κεχαριτωμένη. Χρεωστικῶς σε ὅθεν οἱ πιστοί, ἐν εὐφροσύνῃ, ἀεὶ μακαρίζομεν.

Μεγαλυνάριον
Τὶς ἀπαριθμήσει τὰς πρὸς ἡμᾶς, σοῦ εὐεργεσίας, Ἀρχιστράτηγε Γαβριήλ; σὺ γὰρ καθ’ ἑκάστην, ἐπιφοιτῶν τῷ κόσμῳ, τὰ κρείττω πᾶσι νέμεις· διὸ ὑμνοῦμέν σε.

 

saint.gr


 

 

Top Post Ad

https://i.imgur.com/W4cdK6E.jpeg

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael