Τελευταια Νεα

6/trending/recent

Hot Widget

https://i.imgur.com/teIkUvD.jpeg

Type Here to Get Search Results !

7 Ιουλίου: Σύναξη των Αγιορειτών Πατέρων - Αγία Κυριακή η Μεγαλομάρτυς

Ὄρη παρῆλθε πάντα, τοῦ Ἄθω Ὄρος.
Εὐρωπικῆς γῆς, τῇ ἁγιωνυμία·
Ἤνθησεν ἄνθη, ἀνθεοτρεφὴς Ἄθως,
Ὄντως νοητὰ, τούς δε θείους Πατέρας·
Χορὸν Θεουδῆ, τῶν ἐν Ἄθω Πατέρων,
Χορὸς γεραίρει, τῶν Μοναστῶν τοῦ Ἄθω.
Πληθὺς Ἀθωνιὰς, ἀμφὶ Θόωκον στῆκε Θεοῖο.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοὺς τοῦ Ἄθω πατέρας καὶ ἀγγέλους ἐν σώματι, Ὁμολογητὰς καὶ Ὁσίους, Ἱεράρχας καὶ Μάρτυρας, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾡδαῖς, μιμούμενοι αὐτῶν τὰς ἀρετάς, ἡ τοῦ Ὄρους πληθὺς πᾶσα τῶν Μοναστῶν, κραυγάζοντες ὁμοφώνως· δόξα τῷ στεφανώσαντι ὑμᾶς, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἐν κινδύνοις ἡμῶν προστάτας δείξαντι.

Κοντάκιον
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τοὺς οὐρανώσαντας τὸ Ὄρος Πατέρας, καὶ ὑποδείξαντας ἐν τούτῳ τὸν βίον, Ἀγγέλων πολιτεύεσθαι, καὶ πλήθη μοναχῶν, ἐν αὐτῷ συνάξαντας, ἀνευφημήσωμεν πάντες, πρὸς αὐτοὺς κραυγάζοντες· ἀπὸ πάσης ἀνάγκης, καὶ ἐπηρείας ῥύσασθε ἡμᾶς, πληθὺς Ὁσίων τοῦ Ἄθω τὸ καύχημα.

Αγία Κυριακή η Μεγαλομάρτυς 

Κυριακὴ θανοῦσα τὴν τομὴν φθάνει
Προαιρέσει, πλὴν καὶ τελειοῦται ξίφει.

Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Κυρίων τὸν Κύριον, καὶ Βασιλέα Χριστόν, ἐξ ὅλης ἠγάπησας, Κυριακὴ τῆς ψυχῆς, καὶ χαίρουσα ἤθλησας, ὅθεν Παρθενομάρτυς, παρ' αὐτοῦ δοξασθεῖσα, βρύεις τοὶς σὲ τιμώσιν, ἰαμάτων τὴν χάριν, τοὶς πάσιν αἰτουμένη, πταισμάτων συγχώρησιν.

Έτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τῇ φωνῇ. Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνήσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ᾽ ὡς θυσίαν ἄμωμον προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

Έτερον Ἀπολυτίκιον
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ως βρύσις πολύκρουνος παρθενομάρτυς Χριστού, κατήρδευσας πάνσοφε την Εκκλησίαν αυτού, και ήθλησας άριστα. έσωσας τους εν σκότει της ειδωλομανίας, αίγλητων σων θαυμάτων, Κυριακή αθλοφόρε. διό εν παρρησία Χριστώ πρέσβευε σωθήναι ημάς.

Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ἡ Μάρτυς Χριστοῦ, ἡμᾶς συνεκαλέσατο, τοὺς ἄθλους αὐτῆς, τοὺς θείους καὶ παλαίσματα, ἐγκωμίοις ᾆσαι νῦν, φερωνύμως αὐτὴ γὰρ πέφηνεν, ὡς ἀνδρεία τώ φρονήματι, κυρία νοός, τε καὶ παθῶν ἀπρεπῶν.

saint.gr

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael