Τελευταια Νεα

6/trending/recent

Hot Widget

https://i.imgur.com/teIkUvD.jpeg

Type Here to Get Search Results !

Άγιος Ανδρέας ο Ιεροσολυμίτης Αρχιεπίσκοπος Κρήτης -Άγιος Μιχαήλ ο Χωνιάτης Μητροπολίτης Αθηνών

Θανὼν ἐφεῦρε τῶν πόνων στέφος μέγα,
Κρήτης ὁ ποιμήν, οὗ πόνος Κανὼν μέγας.
Τῇ δὲ τετάρτῃ ἀρχιθύτην μόρος Ἀνδρέαν εἷλε.

Ἦχος δ’.
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Ἀνδρέα, πρέσβευε Χριστῷ τῷ θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Έτερον Ἀπολυτίκιον  
Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.
Τοῦ Δαβίδ τήν κινύραν Πάτερ μιμούμενος, ἐν Ἐκκλησία Ὁσίων προσάδεις ἄσμα καινόν, ὡς σοφός ὑφηγητής τοῦ θείου Πνεύματος, σύ γάρ ἐβρόντησας ἡμῖν, τάς τῆς χάριτος ὠδάς, καί λόγον δικαιοσύνης, Ἀνδρέα Πατέρων κλέος, πρός σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. β’.
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, Ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Ἀνδρέα σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Έτερον Ἀπολυτίκιον  
Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Σοφία διέπρεψας, καί ἀρετῶν τῶ φωτί, καί Κρήτης γεγένησαι, ἀρχιερεύς εὐκλεής, Ἀνδρέα Πατήρ ἡμῶν, ὅθεν ἐν Ἐρεσῶ δέ, κοιμηθείς Ἱεράρχα, ταύτην καθαγιάζεις,τῶ ἁγίω σου σκήνει, αἰτούμενος τοῖς πᾶσιν, εἰρήνην καί θεῖον ἔλεος.

Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Σαλπίσας τρανῶς, τὰ θεῖα μελωδήματα, ἐδείχθης φωστήρ, τῷ κόσμῳ τηλαυγέστατος, τῷ φωτί λαμπόμενος, τῆς Τριάδος Ἀνδρέα Ὅσιε· ὅθεν πάντες βοῶμέν σοι, Μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.

Μεγαλυνάριον
Χαίροις εὐσεβείας θεῖος αὐλός, καὶ τῆς Ἐκκλησίας, θεορρήμων ὑφηγητής· χαίροις ὁ ἐν λόγοις, καὶ ᾄσμασιν ἐνθέοις, Τριάδα μεγαλύνων, Ἀνδρέα πάνσοφε.

Κάθισμα
Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Λαμπρυνθεὶς τὴν καρδίαν θείῳ φωτί, ἐξηρεύξω δογμάτων φωτοειδῆ, μακάριε λόγια, καὶ τὸν κόσμον ἐφώτισας, γεγονὼς δὲ θεῖον, τοῦ Πνεύματος ὄργανον, ἡδυτάτοις φθόγγοις, ἡδύνεις ἑκάστοτε, πάντων τὰς καρδίας, ἀνυμνῶν τὴν Τριάδα, Ἁγίων τὰ τάγματα, καὶ Παρθένον τὴν ἄχραντον, ὦ Ἀνδρέα πανεύφημε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Άγιος Μιχαήλ ο Χωνιάτης Μητροπολίτης Αθηνών 

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀρετῇ διαπρέψας καὶ ἁγιότητι, ποιμαντικῇ ἐπιστήμῃ καὶ ἀκραιφνεῖ βιοτῇ Ἀθηναίων στυλοβάτης ἐχρημάτισας, ὦ Χωνιᾶτα Μιχαήλ, ἱεράρχα κραταιὲ καὶ ἄριστε ποιμενάρχα· διὸ καὶ εἴληφας χάριν ὑπὲρ ἡμῶν πρεσβεύειν πάντοτε.

Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀθηνῶν ἱεράρχην τὸν λογιώτατον καὶ συμπαθῆ ὡς ἀγώνων συμμεριστὴν τοῦ λαοῦ καὶ αὐτοῦ τῆς ἀγωνίας ὕμνοις μέλψωμεν νῦν, Χωνιάτην Μιχαήλ, τῆς σοφίας ποταμὸν καὶ κρήνην εὐρυμαθείας, αὐτοῦ λιτὰς τὰς ἀόκνους πρὸς τὸν Σωτῆρα ἐκδεχόμενοι.

Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.
Τὸν ἱεράρχην Ἀθηνῶν λαμπρῶς ὑμνήσωμεν τὸν λογιώτατον, φιλάνθρωπον, διδάσκαλον, κουφιστὴν τῶν ἐν ἀνάγκαις καὶ ἀσκουμένων ἐν σπηλαίοις ζηλωτήν, ὡς βάθρον πίστεως, Μιχαὴλ τὸν Χωνιάτην, ὕμνοις πρέπουσι πίστει ψάλλοντες· Χαίροις, πάτερ θειότατε.

Μεγαλυνάριον
Τῆς θεοσοφίας καθηγητὴν, Χωνιάτην θεῖον, ὑπερένδοξον Μιχαήλ, τὸν τῆς Μεσογαίας φρουρόν καὶ πολιοῦχον ὡς σύναυλον ἀγγέλων ἐγκωμιάσωμεν.

 

saint.gr

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael