Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

30 Ιουλίου: Άγιοι Σίλας, Σιλουανός, Επαινετός, Κρήσκης και Ανδρόνικος οι Απόστολοι

https://i.imgur.com/5jzA3qI.jpeg

Ἐπαινετὸς Κρήσκης τε καὶ Σιλουανός,
Σίλας καὶ Ἀνδρόνικος, αἰνείσθων ἅμα.
Πέντ' ἔβαν ἐκ βιότου μύσται Θεοῦ ἐν τριακοστῇ.

Eις τον Σίλαν και Σιλουανόν.
Tους κήρυκάς σου Σιλουανόν και Σίλαν,
Σώτερ θανόντας, πώς ακηρύκτους λίπω;

Eις τον Eπαινετόν.
Σε αγαπητόν Παύλος ιστορεί μέγας,
Kαλών απαρχήν της Aχαΐας όλης.

Eις τον Kρήσκεντα και Aνδρόνικον.
Kρήσκης και Aνδρόνικος οι μύσται Λόγου,
Bλέπουσι νυν πρόσωπον του Θεού Λόγου.

Tέσσαρες εξέθανον μύσται Θεοίο εν τριακοστή.

Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Οἱ θεῖοι Ἀπόστολοι, ὡς οὐρανοὶ λογικοί, τὴν δόξαν ἀστράψαντες, τοῦ κενωθέντος ἐν γῇ, συμφώνως ὑμνείσθωσαν, Κρήσκης Σιλουναὸς τέ, καὶ ὁ ἔνθεος Σίλας, ἅμα σὺν Ἀνδρονίκω, Ἐπαινετὸς ὁ θεόφρων Χριστὸν γὰρ ἰκετεύουσι, σώζεσθαι ἅπαντας.

Έτερον Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Συνοδίτης τοῦ Παύλου γεγονὼς καὶ συνέκδημος, τὴν Νεάπολιν μάκαρ καὶ Φιλίππους ἐφώτισας, τῆς θείας ἐπιγνώσεως φωτί, Ἀπόστολε Σίλα ἱερέ. Ἀλλὰ φύλαττε καὶ σκέπε πάντας ἡμᾶς, ἐν πίστει ἐκβοῶντάς σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.

Κοντάκιον
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Εἰς τὰ τοῦ κόσμου δραμόντες πληρώματα, θεογνωσίας τὸν λόγον ἐσπείρατε· καὶ στάχυν πολύχουν δρεψάμενοι, τῷ Βασιλεῖ τῶν ἁπάντων προσήξατε, Ἀπόστολοι Χριστοῦ παναοίδιμοι.

Έτερον Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐορτάζει σήμερον ἐν εὐφροσύνῃ, τὴν ἁγίαν μνήμην σου, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, καὶ ἐκβοᾷ σοι Ἀπόστολε· χαῖρε ὦ Σίλα τοῦ Παύλου συνόμιλε.

Μεγαλυνάριον
Χαίρετε Ἀπόστολοι τοῦ Χριστοῦ, Ἀνδρόνικε Σίλα, καὶ θεόφρον Σιλουανέ, σὺν Ἐπαινετῷ τε, καὶ Κρήσκεντι τῷ θείῳ, τῆς ἀληθοῦς σοφίας ἐνδιαιτήματα.

Έτερον Μεγαλυνάριον
Χαίροις εὐσεβείας θεῖος πυρσός, Ἀπόστολε Σίλα, καὶ τῆς χάριτος θησαυρός· χαίροις ὁ τῷ Παύλῳ, πιστῶς διακονήσας, αἰτούμενος δὲ πᾶσιν, ἡμῖν τὰ κρείττονα.

Κάθισμα
Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ὡς ἀστέρες μέγιστοι τὴν οἰκουμένην, εὐσεβείας λάμψεσι, φωταγωγοῦντες εὐσεβῶς, εἰς τὸν αἰῶνα δοξάζεσθε, θαυματοφόροι Κυρίου Ἀπόστολοι.


 saint.gr

Top Post Ad

https://i.imgur.com/W4cdK6E.jpeg

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael