Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

22 Ιουλίου: Αγία Μαρία η Μαγδαληνή -Αγία Μαρκέλλα η Παρθενομάρτυς

Ἀφαῖς ἀΰλοις ἅπτεταί σου, Χριστέ μου,
Μή μου, πρὸς ἣν ἔφησας, ἅπτου, Μαρία.
Δευτερίῃ Μαρίη μύσεν εἰκάδι Μαγδαληνή.

Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Χριστῷ τῷ δι᾽ ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, Σεμνὴ Μανδαληνή, ἠκολούθεις Μαρία, αὐτοῦ τὰ δικαιώματα, καὶ τοὺς νόμους φυλάττουσα, ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἀνευφημοῦμέν σε πίστει, καὶ πόθῳ γεραίρομεν.

Κοντάκιον
Ἦχος δ’. Ὁ ὑψωθείς.
Ὁ ὑπερούσιος Θεὸς ἐν τῷ κόσμῳ, μετὰ σαρκὸς ἐπιφοιτῶν Μυροφόρε, σὲ ἀληθῆ Μαθήτριαν προσήκατο, ὅλην σου τὴν ἔφεσιν, πρὸς αὐτὸν κεκτημένην, ὅθεν καὶ ἰάματα, ἀπετέλεσας πλεῖστα· καὶ μεταστάσα νῦν ἐν οὐρανοῖς, ὑπὲρ τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε.

Ὁ Οἶκος
Τὸ φῶς τοῦ κόσμου ὁ Χριστός, ἀνύστακτον ἰδών σου, τῆς πίστεως τὸ ὄμμα, ἀγάπης τε τὸ φίλτρον τὸ ἀναπόσπαστον Σεμνή, πρώτη ἐμφανίζει ἑαυτὸν σοι, ἀναστὰς ἐκ τοῦ μνημείου, ὤκιστα ἐλθούσῃ μετὰ μύρων, καὶ προσιούσῃ σὺν δάκρυσι τῷ ἀπροσπελάστῳ, καὶ αὐτὸς σοι ἀμειβόμενος, τὴν τοῦ Πνεύματος θείαν ἐνέργειαν δωρεῖται, καὶ τῆς πρὸς τὸν ἄναρχον Πατέρα ἀνόδου ἐμφανίζει σοι βουλήν· καὶ πέμπει δὲ σε, θεῖα εὐαγγέλια τοῖς κατεπτηχόσι Μύσταις τῆς αὐτοῦ ἐγέρσεως ἀπαγγεῖλαι. Διὸ μεγίστην πρὸς αὐτὸν ἔχουσα παρρησίαν, ὑπὲρ τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε.

Αγία Μαρκέλλα η Παρθενομάρτυς

Kαν αγνοώμεν πάντες ημείς Mαρκέλλα,
Aθλήσεως σης, Xριστός οίδε τον τρόπον.

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς ἁγνείας τὸ ρόδον καὶ τῆς Χίου τὸ βλάστημα, τὴν Ἁγίαν Μαρκέλλαν ἐν ὠδαὶς εὐφημήσωμεν τμηθεῖσα γὰρ χειρὶ τὴ πατρική, ὡς φύλαξ ἐντολῶν τῶν τοῦ Χριστοῦ, ρώσιν νέμει καὶ κινδύνων ἀπαλλαγήν, τοὶς πρὸς αὐτὴν κραυγάζουσι, δόξα τῷ δεδοκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σου, πάσιν ἰάματα.

Έτερον Ἀπολυτίκιον
Ἦχος α´. Τοῦ λίθου σφαγισθέντος.
Τοῦ Κυρίου τοῖς νόμοις, καὶ τοῖς θείοις διδάγμασι, πειθομένη Μαρκέλλα, καὶ ἀμέμπτως φυλάττουσα, τὴν βίαν πτοηθεῖσα τοῦ πατρὸς, ὦ Νύμφη ἀκήρατε Χριστοῦ, ἐν τοῖς ὄρεσιν ηὐλίζου, ἐν οἷς διώκων εὑρίσκει καὶ ἐκτείνει σε· δόξα τῷ δεδωκότι σοι ἰσχὺν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Έτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Παρθὲνῡς ἀκήρατος, καί ἀθληφώρος σεμνή, ἑδεὶχθῇς ἀθλήσασα, ὑπέρ τοῦ νόμου Χριστοῦ, Μαρκέλλα πανεύφημε· ὅθεν τῶν ἱαμάτων, ἀναβλύζεις τήν χάριν, πᾶσι τοῖς προσιοῦσι, τῇ θερμῇ σου πρεσβείᾳ, πρεσβεύουσα Κυρίῳ, ὑπὲρ τῶν τιμώντων σε.

Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ λαμπρά σου ἄθλησις, ὦ καλλιμάρτυς Μαρκέλλα, τῶν πιστῶν ἐφαίδρυνε, τὰς διανοίας ἐνθέως· θάνατον, τοῦ ζῆν ἀνόμως προκρίνειν πάντας, πείθουσα· καὶ γὰρ ἐτμήθης ξίφει τὴν κάραν, σὺν μαστοῖς ὑπὸ πατρῴας, χειρός· ὢ δρᾶμα! ὑπὲρ τοῦ νόμου Χριστοῦ.

Μεγαλυνάριον
Χλαῖναν παρθενίας πορφυραυγῆ, αἵμασιν οἰκείοις, βεβαμμένην ἀθλητικῶς, φέρουσα Μαρκέλλα, τῷ Λόγῳ ἐνυμφεύθης, τιμηθεῖσα τῇ πατρῴᾳ, χειρὶ ὡς πάνσεμνος.

Έτερον Μεγαλυνάριον
Χαίροις Νύμφη ἄσπιλε τοῦ Χριστοῦ, ἔνδοξε Μαρκέλλα, καλλιμάρτυς νεοφανής· βλάστημα τῆς Χίου, καὶ δόξα καὶ προστάτις, πάντων παθῶν ἀπάλλαξον, τοὺς τιμῶντάς σε.

Έτερον Μεγαλυνάριον
Πορφύραν ἐξ αἵματος τὴν στολὴν, ὡς περικειμένη, καὶ τὸ στέφος ἐν κορυφῇ, ἔχουσα τὸ θεῖον, καὶ τὴν τῆς παρθενίας, λευκοφαῆ λαμπάδα, κρατοῦσα γέγηθας.


 saint.gr

 

Top Post Ad

https://i.imgur.com/W4cdK6E.jpeg

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael