Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

21 Ιουλίου: Άγιος Παρθένιος επίσκοπος Ραδοβυσδίου - Άγιοι Συμεών ο δια Χριστόν σαλός και Ιωάννης

Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀμέμπτως ἐβίωσας, ἐν ταπεινώσει πολλή, Παρθένιε Ὅσιε καὶ θεϊκῶν δωρεῶν, ἀξίως μετέσχηκας. Ὅθεν σου τὴν ἁγίαν, προσπτυσσόμενοι Κάραν, λαμβάνομεν θεραπείας, καὶ ψυχῶν σωτηρίαν διὸ σὲ Ἱεράρχα, ὕμνοις γεραίρομεν.

Έτερον Ἀπολυτίκιον
Ήχος γ'. Θείας πίστεως.
Νέον καύχημα, της εκκλησίας, ως του πνεύματος, λαμπρόν δοχείον, ανεδείχθης Ιεράρχα Παρθένιε` των αρετών γαρ εργάτης γενόμενος της δωρεάς των Αγίων ηξίωσαι. Πάτερ Όσιε, Χριστόν τον θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

Κοντάκιον
Ως Ιεράρχην του Σωτήρος ενθεώτατον και των Αγίων μιμητήν και ισοστάσιον ανυμνούμεν σε οι δούλοι σου θεοφόρε. Αλλ' ως πρέσβης και μεσίτης προς τον Κύριον, καθικέτευε λυτρούσθαι πάσης θλίψεως.Τους βοώντας σοι, χαίροις Πάτερ Παρθένιε.

=======

 Άγιοι Συμεών ο δια Χριστόν σαλός και Ιωάννης


Eις τον Συμεών.
Ἔμφρων σὺ μωρός, ὃς βίον παίζων Πάτερ,
Ὄφιν φρόνιμον λανθάνεις τέλους ἄχρι.

Eις τον Iωάννην.
Ἔρημον εἵλου, ὦ Ἰωάννη μάκαρ,
Δι' ἧς ἔρημα εἰργάσω σαρκὸς πάθη.

Ψευδαέφρων περίφρων Συμεὼν θάνεν εἰκάδι πρώτῃ.

Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὡς ἡνωμένοι δι' ἐνθέου ἀγάπης, σύμψυχοι ὤφθητε ἐν πᾶσι τοῖς τρόποις, ὦ Ἰωάννη ὅσιε, καὶ θεῖε Συμεών, ὁ μὲν βίον ἔνθεον διελθῶν ἐν ἐρήμῳ, ὁ δὲ σοφοῖς σκώμμασι τὸν Βελιὰρ μωράνας· καὶ νῦν τῶν θείων ἄμφω ἀμοιβὴν καταρτυφῶντες, ἡμᾶς ἐποπτεύετε.

Έτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιὼν ἀεὶ μεθ᾽ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾽ ἡμῶν· ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Κοντάκιον
Ἦχος α'. Χορὸς Ἀγγελικός
Τὸν βίον εὐσεβῶς, ἐκτελέσαντες πίστει, δοχεῖα καθαρά, τῆς Τριάδος δειχθέντες, Συμεὼν Ἰωάννη τε, θεοφόροι Πανεύφημοι, νῦν αἰτήσασθε, τὸν ἱλασμὸν καὶ εἰρήνην, ταῖς ψυχαῖς ἡμῶν, καταπεμφθῆναι πλουσίως, Πατέρες πανόλβιοι.

saint.gr

Top Post Ad

https://i.imgur.com/W4cdK6E.jpeg

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael