Τελευταια Νεα

6/trending/recent

Hot Widget

https://i.imgur.com/teIkUvD.jpeg

Type Here to Get Search Results !

1 Ιουλίου: Άγιοι Κοσμάς & Δαμιανός οι Ανάργυροι

Βολαῖς ἀδελφοὺς οὐ διέσπων οἱ λίθοι,
Ὡς εἰς ἕν, ἄμφω συμπεπηγότας λίθον.
Πρώτῃ Ἰουλίοιο λίθοισιν Ἀνάργυροι ἤθλουν.

Ἦχος πλ. δ’.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

Έτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς θεῖοι θεράποντες, καὶ ἰατῆρες βροτῶν, ἀνάργυρον βλύζετε, τὴν θεραπείαν ἠμίν, Ἀνάργυροι ἔνδοξοι, ὅθεν τοὺς προσιόντας, τὴ σεπτὴ ὑμῶν σκέπη, ρύσασθε νοσημάτων, καὶ παθῶν ἀνιάτων, Κοσμᾶ καὶ Δαμιανέ, Ρώμης βλαστήματα.

Κοντάκιον
Ἦχος β’.
Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, Ἰατροὶ θαυματουργοὶ ἔνδοξοι· ἀλλὰ τῇ ἡμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση καταβάλλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.

Μεγαλυνάριον
Ἴασιν σωμάτων ῥῶσιν ψυχῶν, Κοσμᾶ θεοφόρε, σὺν τῷ θείῳ Δαμιανῷ, νείματε ὑψόθεν, ἀῧλῳ χειρουργίᾳ, τοῖς κατατρυχομένοις ποικίλοις πάθεσι.

Ὁ Οἶκος
Πάσης συνέσεως καὶ σοφίας, ὑπέρκειται ὁ λόγος τῶν σοφῶν ἰατρῶν, καὶ πᾶσι γνῶσιν παρέχουσι· τοῦ γὰρ Ὑψίστου χάριν λαβόντες, ἀοράτως τὴν ῥῶσιν δωροῦνται πᾶσιν· ὅθεν κἀμοὶ διηγήσεως χάριν δεδώρηνται, ὑμνῆσαι ὡς θεοφόρους, εὐαρέστους Χριστοῦ καὶ θεράποντας, ἰαμάτων πλήθη παρέχοντας· ἀλγηδόνων γὰρ πάντας λυτροῦνται, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.

Κάθισμα
Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Οὐρανόθεν θαυμάτων τὴν δωρεάν, παραδόξως λαβόντες παρὰ Χριστοῦ, πάντα θεραπεύετε, ἀενάως τὰ πάθη· ἐν ὑμῖν γὰρ ὤφθη, ἡ χάρις τοῦ Πνεύματος, ἐνεργοῦσα θείων ἰάσεων δύναμιν· ὅθεν καὶ ἀφθάρτων, ἀγαθῶν εὐπορίαν, τῇ πίστει ἐκτήσασθε, ἀναργύρῳ φρονήματι, θεοφόροι Ἀνάργυροι. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Έτερον Κάθισμα
Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Τὴν φαιδρὰν πανήγυριν, τῶν Ἄναργύρων, οἱ πιστοὶ τελέσωμεν, καθικετεύοντες αὐτούς, ἵνα ἡμᾶς ἀπαλλάττωσι, παντοίων νόσων, ψυχῆς τε καὶ σώματος.

Έτερον Κάθισμα
Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Ἰαμάτων δοτῆρες θαυματουργοί, καὶ θαυμάτων λαμπτῆρες φωταγωγοί, πᾶσιν ἀνεδείχθητε, τῇ τοῦ Πνεύματος χάριτι· τῶν γὰρ παθῶν τὴν φλόγα, τῇ πίστει δροσίζοντες, τῶν πιστῶν ἐν ταύτῃ, τὸ φρόνημα θάλπετε· ὅθεν ἰατρεῖον, τῶν ψυχῶν κεκτημένοι, τὸν θεῖον ναὸν ὑμῶν, ἐν αὐτῷ καταφεύγομεν, θεοφόροι Ἀνάργυροι. Πρεσβευσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.


 saint.gr

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael