Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

15 Ιουνίου: Προφήτης Αμώς

Ἀμώς, ὁ συκάμινα κνίζων αἰπόλος,
Ἐδὲμ τρυγᾷ τὰ δένδρα κνίζων οὐκέτι.
Πέμπτῃ ἐκ βιότοιο Ἀμὼς δεκάτῃ τε ἀπέπτη.

Ἦχος β’.
Τοῦ Προφήτου σου Ἀμὼς τὴν μνήμην, Κύριε ἑορτάζοντες, δι᾽ αὐτοῦ σὲ δυσωποῦμεν, Σῶσον τὰς ψυχὰς ἡμῶν.

Έτερον Ἀπολυτίκιον 
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Προφήτην σὲ πιστόν, καὶ τῶν ἄνω ἐπόπτην, ἀνέδειξεν Ἀμῶς, ἐκ ποιμνίου ὁ Λόγος, τοῦ βίου σου δεξάμενος, εὐμενῶς τὴν χρηστότητα ὅθεν ἤλεγξας, τοὺς ἀσεβοῦντας ἀνδρείως, καὶ τὸν θάνατον, μαρτυρικῶς δεδεγμένος, ζωῆς θείας ἔτυχες.

Κοντάκιον
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τὴν θεοδώρητον φαίνων ἐνέργειαν, προφητικῷ ἀξιώματι ἔλαμψας, καὶ πᾶσι προλέγων τὰ μέλλοντα, τὴν τῶν ἀνθρώπων ἀνόρθωσιν εἴρηκας, Ἀμὼς ὡς Προφήτης θεόληπτος.

Έτερον Κοντάκιον
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Προφητείας χάρισμα, πλουτῶν Ἀμὼς Προφῆτα, τοῦ Χριστοῦ κατήγγειλας, τὴν παρουσίαν ἐμφανῶς, καὶ τοῦ κόσμου σωτήριον, οὗ τῇ ἐλλάμψει, ὁ κόσμος πεφώτισται.

Μεγαλυνάριον
Χαίροις ὦ Προφῆτα Θεοῦ Ἀμώς· τὴν γὰρ πεπτωκυῖαν, ὡς προέφης σκηνὴν Δαβίδ, σαρκωθεὶς ὁ Λόγος, ἀνέστησεν ἐνδόξως, καὶ ταύτην θεουργήσας, Πατρὶ προσήγαγε.

Κάθισμα
Ἦχος γ΄. Θείας πίστεως.
Μετὰ τὴν α΄ στιχολογίαν
Θείῳ Πνεύματι, πεφωτισμένην, τὴν διάνοιαν, ἔχων Προφῆτα, τὰ τοῦ Θεοῦ προφητεύειν μυστήρια, ἀνακαλύπτων μελλόντων τὴν δήλωσιν, καὶ σαφηνίζων πραγμάτων τὴν ἔκβασιν, Ἀμὼς πανόλβιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Έτερον Κάθισμα
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Μετὰ τὴν β΄ στιχολογίαν
Ἀμιγὴ χαρακτήρων τῶν κάτω ἔνδοξε, σὺ τὸν νουν κεκτημένος τοῦ θείου Πνεύματος, καθαρώτατον Ἀμὼς δοχεῖον γέγονας, τὰς ἐλλάμψεις τὰς αὐτοῦ, εἰσδεχόμενος λαμπρῶς, καὶ πᾶσι διαπορθμεύων, διὸ σὲ ἐκδυσωποῦμεν, ὑπὲρ εἰρήνης τοῦ κόσμου πρέσβευε.

Έτερον Κάθισμα
Ἦχος γ'. Θείας πίστεως.
Θεῖον ὄργανον τοῦ Παρακλήτου, ἐχρημάτισας ταῖς τούτου μάκαρ, διηνεκέσι πνοαῖς ὑπηχούμενον· ἀναφωνεῖς γὰρ ἀδήλων τὴν δήλωσιν, καὶ καταυγάζεις τοὺς πίστει προστρέχοντας, Ἀμὼς ἔνδοξε, Χριστὸν τὸν Θεὸν αἰτούμενος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


saint.gr


Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael