Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

14 Μαΐου: Άγιοι Ισίδωρος που μαρτύρησε στη Χίο και Θεράπων επίσκοπος Κύπρου

Ἔσαινεν Ἰσίδωρον ἐλπὶς τοῦ στέφους,
Καὶ πρὸς τομὴν ἤπειγεν, ἐξ ἧς τὸ στέφος.
Ἐν δ' Ἰσίδωρον ἄορ δεκάτῃ τάμεν ἠδὲ τετάρτῃ.

Ἦχος δ’.
Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Έτερον Ἀπολυτίκιον  
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς στρατευθεὶς τῷ Βασιλεῖ τῶν αἰώνων, τῶν ἐπιγείων τὴν στρατείαν ἀπώσω, καὶ εὐθαρςῶς ἐκήρυξας Χριστὸν τὸν Θεὸν· ὅθεν τὸν ἀγῶνά σου, τὸν καλὸν ἐκτελέσας, Μάρτυς θεοδόξαστος, τοῦ Σωτῆρος ἐδείχθης· ὃν ἐκδυσώπει σώζεσθαι ἡμᾶς, τοὺς σὲ τιμῶντας, παμμάκαρ Ἰσίδωρε.

Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Κυβερνήτης μέγιστος τῇ οἰκουμένῃ σὺ ἐφάνης ἅγιε, ταῖς πρὸς Θεόν σου προσευχαῖς· διὸ ὑμνοῦμέν σε σήμερον, Μάρτυς θεόφρον, Ἰσίδωρε ἔνδοξε.

Μεγαλυνάριον
Ξίφει ἐκτμηθείς σου τὴν κεφαλήν, ἔτεμες τῆς πλάνης, Ἀθλοφόρε τὰς μηχανάς, καὶ Χριστῷ ἡνώθεις, τῇ κεφαλῇ τῶν ὅλων, ὡς κοινωνὸς τοῦ πάθους, τούτου Ἰσίδωρε.

Κάθισμα
Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἀγωνισάμενος, κατὰ τοῦ ὄφεως, ἔστησας τρόπαιον, Μάρτυς Ἰσίδωρε· ἐκ τῆς Αἰγύπτου γὰρ φωστήρ, αὐγάζων τὴν ὑφήλιον, πᾶσιν ἐξανέτειλας, τὰς κινήσεις ποιούμενος, πρὸς τὸν ἀνατείλαντα, ἐκ Παρθένου θεόπαιδος, δι' ὃν σφαγιασθεὶς ἀθλοφόρε, θῦμα εὐῶδες γεγένησαι.

Άγιος Θεράπων επίσκοπος Κύπρου

Ὤφθης Θεράπων, οἷα θύτης τοῦ Λόγου,
Ὤφθης Θεράπων, καὶ δι' αἵματος Πάτερ.

Ἦχος α´.
Ἀσκήσει μὲν τὸ πρῶτον λάμψας Ὅσιε, πάσας δαιμόνων φάλαγγας κατετρόπωσας, ἀθλήσει δὲ τὸ δεύτερον ἀριστεύσας τὰς τῶν τυράννων ἀπειλὰς κατεφρόνησας. Διὸ διπλοῦν παρὰ Θεοῦ στέφος λαβών, συγχαίρεις τῶν ἀγγέλων τοῖς χοροῖς, καὶ τρυφᾶς Θεράπων μάρτυς, σὺν τοῖς ὁσίοις καὶ ἱερομάρτυσι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, Δόξα τῷ σὲ στεφανώσαντι, Δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.


saint.gr

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael