Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

29 Μαΐου: Μεσοπεντηκοστή

Ἑστὼς διδάσκει τῆς ἑορτῆς ἐν μέσῳ,
Χριστὸς Μεσσίας τῶν διδασκάλων μέσον.



Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Μεσούσης τῆς ἑορτῆς διψῶσάν μου τήν ψυχήν εὐσεβείας πότισον νάματα· ὅτι πᾶσι, Σωτήρ ἐβόησας· Ὁ διψῶν ἐρχέσθω πρός με καί πινέτω. Ἡ πηγή τῆς ζωῆς, Χριστέ ὁ Θεός, δόξα σοι.

Κοντάκιον
Ἦχος δ’.
Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης ὁ τῶν ἁπάντων ποιητής καί δεσπότης πρός τούς παρόντας ἔλεγες, Χριστέ ὁ Θεός· Δεῦτε καί ἀρύσασθαι ὕδωρ ἀθανασίας. Ὅθεν σοι προσπίπτομεν καί πιστῶς ἐκβοῶμεν· Τούς οἰκτιρμούς σου δώρησαι ἡμῖν, σύ γάρ ὑπάρχεις πηγή τῆς ζωῆς ἡμῶν.

Μεγαλυνάριον
Μεσούσης ἐπέστης τῆς ἑορτῆς, Οἰκτίρμων διδάσκων, ἐν τῷ μέσῳ τοῦ Ἱεροῦ, δεῦτε οἱ διψῶντες, προσέλθετε καὶ ὕδωρ, ἐκ τῆς πηγῆς τῶν ὅλων, πάντες ἀρύσασθε.

 

 saint.gr

Top Post Ad

https://i.imgur.com/W4cdK6E.jpeg

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael