Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

7 Μαΐου: Eορτή Άγιου Μάρκου και Αγίων Ραφαήλ, Νικολάου και Ειρήνης

Σύροντες εἰς γὴν Μᾶρκον οἱ μιαιφόνοι,
Πρὸς οὐρανοὺς πέμποντες αὐτὸν ἠγνόουν.
Εἰκάδι πέμπτῃ Μᾶρκον ἑνὶ χθονὶ ἄφρονες εἷλκον.

Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τοῦ Πέτρου συνέκδημος, καὶ κοινωνὸς ἱερός, τοῦ Λόγου διάκονος, καὶ ὑποφήτης σοφός, ἐδείχθης Ἀπόστολε, ὅθεν τὸ τοῦ Σωτῆρος, Εὐαγγέλιον θεῖον, Μᾶρκε διαχαράττεις, ὡς οὐράνιος μύστης, διὸ Εὐαγγελιστὰ σέ, πόθω γεραίρομεν.

Έτερον Ἀπολυτίκιον
Ἦχος γ’.
Ἀπόστολε ἅγιε καὶ Εὐαγγελιστά Μάρκε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Κοντάκιον
Ἦχος β. Τὰ ἄνω ζητῶν.
Ἐξ ὕψους λαβών, τὴν χάριν τὴν τοῦ Πνεύματος, ῥητόρων πλοκάς, διέλυσας Ἀπόστολε, καί τά ἔθνη ἅπαντα, σαγηνεύσας, Μᾶρκε ἀοίδιμε, τῷ Δεσπότῃ προσήγαγες, τό θεῖον κηρύξας Εὐαγγέλιον.

Μεγαλυνάριον
Πέτρω τω Θεόπτη μαθητευθείς, των υπερκοσμίων, εχρημάτισας μιμητής· όθεν του Σωτήρος, ημίν ευηγγελίσω, ώ Μάρκε θεηγόρε, την συγκατάβασιν.

Άγιοι Ραφαήλ, Νικόλαος, Ειρήνη και οι συν αυτοίς

Ὡς φῶς ἡμῖν ὤφθησαν Ραφαὴλ μέγα
Ὁμοῦ καὶ Νικόλαος οἱ κεκρυμμένοι.
Εἰρήνη ἀθλήσασα σὺν τοῖς τοκεῦσι
Ἡμῖν ἤδη ἔγνωσται θαύμασι ξένοις.
Καρυῶν ἀθλήσαντες Μονῇ τῇ πάλαι
Τῆς ἄνω ἐπέβητε Μάρτυρες δόξῃς.

Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
(Τοῦ Ἁγίου Ῥαφαήλ)
Τῆς Ἰθάκης τὸν γόνον καὶ τῆς Λέσβου τὸ καύχημα, Ὀσιομαρτύρων τὴν δόξαν, Ῥαφαὴλ εὐφημήσωμεν, ἀρτίως γὰρ ἡμῖν φανερωθείς, ἰάματα πηγάζει τοῖς πιστοῖς, καὶ κατ’ ὄναρ καὶ καθ’ ὕπαρ ὑπερφυῶς ὀπτάνεται τοῖς κράζουσι· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.

Έτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Τὴ τῶν Μαρτύρων θαυμαστὴ προστασία, τῶν ἐν Θερμῇ ἠμὶν ἀρτίως φανέντων, ἀπὸ ψυχῆς προσπέσωμεν κραυγάζοντες· Ραφαὴλ μακάριε, καὶ Νικόλαε θεῖε, καὶ Εἰρήνη πάνσεμνε, πάσης ρύσασθε βλάβης, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῇς, τοὺς τὴ πρεσβεία ὑμῶν καταφεύγοντας.

Έτερον Ἀπολυτίκιον 
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἐν Λέσβῳ, ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν, εὑρέσει μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν, Ῥαφαὴλ θεοφόρε, ἅμα σὺν Νικολάῳ καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας καὶ πρέσβεις πρὸς Κύριον.

Κοντάκιον
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ἐμφανῶς ὑπὲρ Χριστοῦ ἠθληκοτες, καὶ ὑπὸ γῆν χρόνοις πολλοῖς κεκρυμμένοι, ξενοπρεπῶς ἡμῖν ἐφανερωθησαν, Ῥαφαὴλ Νικόλαος, καὶ Εἰρήνη ἡ θεία, καὶ οἱ συναθλήσαντες, μετ' αὐτῶν θεοφρόνως, οὓς ὡς προστάτας καὶ θαυματουργούς, Ὁσιομαρτυρας, πάντες τιμήσωμεν.

Μεγαλυνάριον
Τοὺς Ὁσιομάρτυρας τοῦ Χριστοῦ, Ῥαφαὴλ τὸν θεῖον, καὶ Νικόλαον τὸν σεπτόν, ἅμα σὺν Εἰρήνῃ, τῆς Λέσβου τοὺς προστάτας, ὡς πᾶσι βοηθοῦντας, ὕμνοις τιμήσωμεν.

saint.gr

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael