Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

10 Απριλίου: Άγιος Γρηγόριος Ε' Πατριάρχης Κωνσταντινουπόλεως


Ἐν ἀγχόνη κὰν τέθνηκας Πατριάρχα,
ὁμως γε ἀεὶ ζῆς ἐν Ἐδὲμ τῇ θείᾳ.
Τῇ δεκάτῃ Πατριάρχης θῦμα γέγον’ οὕνεκα Ἔθνους.

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Δημητσάνης τὸν γόνον βυζαντίου τὸν πρόεδρον, καὶ τῆς Ἐκκλησίας ἁπάσης, γέρας θεῖον καὶ καύχημα. Γρηγόριον τιμήσωμεν πιστοί, ὡς Μάρτυρα Χριστοῦ πανευκλεῆ, ἶνα λάβωμεν πταισμάτων τὸν ἱλασμόν, παρὰ Θεοῦ κραυγάζοντες. Δόξα τῷ δεδωκότι σου ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐν εὐκλείᾳ οὐρανῶν, δοξασαντᾶ σε Ἅγιε.

Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ'.
Εὐλογητὸς εἷ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὸν θεῖον Πατριάρχην ἐνισχύσας, οὐρανόθεν ἐκπέμψας αὐτῶ βοήθειαν, καὶ δι’ αὐτοῦ Ἑλλήνων Ἔθνος ἀνυψώσας, πρὸς προγόνων τὴν εὔκλειαν.

Έτερον Ἀπολυτίκιον
Ἦχος γ΄. Τὴν ὡραιότητα τῆς Παρθενίας Σου.
Ἡ Πελοπόννησος ἡ πολυθαύμαστος, γεννησαμένη σε, Μάρτυς Γρηγόριε, καὶ θρεψαμένη καλλοναῖς, αὐγάζεται τῆς δόξης σου, μᾶλλον δ’ ἡ περίδοξος Ἀθηνῶν πόλις τέρπεται, ἐν τοῖς κόλποις ἔχουσα, τὸ σεβάσμιον σκῆνός σου. Διὸ καὶ γεγηθυῖαι κραυγάζουσι, δόξα Θεῷ τῷ Παντοκράτορι.

Κοντάκιον
Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ἀθροισθέντες ἅπαντες, γνήσιοι παῖδες, τῆς Ἑλλάδος σήμερον, ἐπὶ τὴν πόλιν Ἀθηνῶν, τὸν Πατριάρχην Γρηγόριον, ἄσμασι θείοις, λαμπρῶς ἑορτάσωμεν.

Μεγαλυνάριον
Βασιλεὺς παράνομος τὸν κλεινὸν, κρεμᾶ Πατριάρχην, ἐν τῶ ξύλῳ παραφρονῶν, Βασιλεὺς δὲ πάλιν, φιλευσεβὴς δὲ τοῦτον, δεχόμενος κηδεύει, εἰς γῆν Ὀρθόδοξον.

Έτερον Μεγαλυνάριον
Τῆς Πελοποννήσου θείος βλαστὸς, καὶ τῆς Ὀρθοδόξου Ἐκκλήσιας ὁ θησαυρὸς, καῖ τοῦ Πανελληνίου, τὸ καύχημα τὸ μέγα, Πατριαρχῶν τὸ κλέος, νέε Γρηγόριε.

Έτερον Μεγαλυνάριον
Δεῦτε εὐφημήσωμεν οἱ λαοὶ, τὸν θεῖον Ποιμένα, καὶ ὑπέρμαχον τῶν πιστῶν, τὸν ὑπὲρ τοῦ Ἔθνους, καὶ τῆς Ὀρθοδοξίας, ἐν ξύλῳ ἠρτηθέντα, ὡς ὁ Δεσπότης Χριστὸς.

Έτερον Μεγαλυνάριον
Τὸν φωστῆρα πάντες τὸν φαεινὸν, τὸν ἐκ Δημητσάνης, ὰπαστράψαντα αἰσθητῶς, ποιμένων τὴν δόξαν, καὶ κλέος τῶν Μαρτύρων, Γρηγόριον τὸν νέον, ὕμνοις τιμήσωμεν.

Έτερον Μεγαλυνάριον
Τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, καὶ τοῦ Πανελληνίου, ἀπροσμάχητον βοηθὸν, φὐλακα καὶ ῥύστην, τῶν ἐπικαλουμένων, Γρηγόριον τὸν νέον, πάντες ὑμνήσωμεν.

Έτερον Μεγαλυνάριον
Τοῖς Ἱερομάρτυσι καὶ σεπτοῖς, θεῖοις Ἱεράρχαις, συγχορεύων ἐν οὐρανοῖς, Γρηγόριε μάκαρ, Ὁσίοις καὶ δικαίοις, καῖ πάσι τοῖς Ἁγίοις, ἡμῶν μνημόνευε.

Ὁ Οἶκος
Τὴν τῶν προγόνων ἐκποθῶν δόξα, ὁ Πατριάρχης ἀναλαβεῖν τὸ Ἔθνος τὸ τῆς Ἑλλάδος, ἐν τῇ ἀγχόνῃ άρνατηθήναι ὑπέμεινεν, ὑπὸ γένους ἀσεβοῦς, ἀθῶος ὡς ἐνοχος. Τοῦτον οὗν ὁ εὐσεβείας κλάδος Αὐτοκράτωρ δεξάμενος, ἐπαξίως ἐνταφιάζει ἐν πόλει τῆς Ὀδέσσης. Ὅθεν εἱ δι’ αὐτοῦ λυτρωθέντες Ἕλληνες ὑπὸ τοῦ σκληροῦ ζυγοῦ, καὶ σήμερον πάντες ἐν τῇ ἑορτῇ αὺτοῦ συναθροισθέντες, ἄσμασι θείοις, λαμπρῶς ἑορτάσωμεν.

Κάθισμα
Ἦχος α'. Τὸν τάφον Σου Σωτὴρ.
Επέλαμψεν ἰδοὺ, ἡ ἁγία ἡμέρα, τῆς θείας ἑορτῆς, τοῦ σοφοῦ Πατριάρχου, ἡρώων ἀπόγονοι, εύσεβέστατοι Ἕλληνες, ταύτην σήμερον, περιχαρῶς ὁμοὺ πάντες, ἑορτάσωμεν, τῆς γὰρ ἡμῶν σωτηρίας, ἡ πρόξενος γέγονε.

Έτερον Κάθισμα
Ἦχος α'. Τὸν τάφον Σου Σωτὴρ.
Ἀδάμας ὡς στεῤῥὸς, ὡς ἀκλόνητος πύργος, ὥς ἄκμων ἀκαμπὴς, προσβολαῖς τῶν ἀνόμων, ὑπήνεγκας Γρηγόριε, καὶ οὐδόλως εἰδέδεξαι, τὴν ἀσέβειαν, τὴν δὲ ὀρθόδοξον πίστιν, ἀνεκήρυξας, ἐν τῷ σταδίῳ γενναίως, διὸ σὲ γεραίρομεν.

 

saint.gr

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael