Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

8 Φεβρουαρίου: Άγιος Θεόδωρος ο Στρατηλάτης

Ὢν Θεόδωρος ἀξίαν Στρατηλάτης,
Ὑπῆρξε τμηθεὶς τοῦ Θεοῦ Στρατηλάτης.
Ὄμβριμον ὀγδοάτῃ Θεοδώρου αὐχένα κόψαν.

Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Στρατολογία ἀληθεῖ Ἀθλοφόρε, τοῦ οὐρανίου στρατηγὸς βασιλέως, περικαλλὴς γεγένησαι Θεόδωρε, ὄπλοις γὰρ τῆς πίστεως, παρετάξω ἐμφρόνως, καὶ κατεξωλόθρευσας, τῶν δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης Ἀθλητής, ὅθεν σὲ πίστει, ἀεὶ μακαρίζαμεν.

Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ἀνδρεία ψυχῆς, τὴν πίστιν ὀπλισάμενος, καὶ ρῆμα Θεοῦ, ὡς λόγχην χειρισάμενος, τὸν ἐχθρὸν κατέτρωσας τῶν Μαρτύρων κλέος Θεόδωρε, σὺν αὐτοὶς Χριστῷ τῷ Θεῷ, πρεσβεύων μὴ παύση ὑπὲρ πάντων ἠμῶν.

 saint.gr

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael