Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

24 Φεβρουαρίου: Α' και Β' Εύρεση Τιμίας κεφαλής του Αγίου Προφήτου, προδρόμου & βαπτιστού Ιωάννη

Ἐκ γῆς προφαίνει Πρόδρομος σεπτὴν Κάραν,
Καρποὺς παραινῶν ἀξίους ποιεῖν πάλιν.
Ὁ Βαπτίσας πρὶν ὑδάτων πηγαῖς ὄχλους,
Γῆθεν φανεὶς βάπτιζε πηγαῖς θαυμάτων.
Εἰκοστὴν Προδρόμοιο φάνη Κάρη ἀμφὶ τετάρτην.

Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ἐκ γῆς ἀνατείλασα ἡ τοῦ Προδρόμου κεφαλή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοῖς τῶν ἰάσεων· ἄνωθεν συναθροίζει, τήν πληθύν τῶν Ἀγγέλων, κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τό γένος, ὁμόφωνον ἀναπέμψαι, δόξαν Χριστῷ τῷ Θεῷ.

Κοντάκιον
Ἦχος β’. Τά ἄνω ζητῶν.
Προφήτα Θεοῦ, καί Πρόδρομε τῆς χάριτος, τήν Κάραν τήν σήν, ὡς ῥόδον Ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τάς ἰάσεις πάντοτε λαμβάνομεν· καί γάρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τήν μετάνοιαν.

saint.gr

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael