Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

15 Ιανουαρίου: Όσιος Παύλος ο Θηβαίος - Όσιος Ιωάννης ο Καλυβίτης ο δια Χριστόν πτωχός

 

Εἰ θαῦμα Θήβαις ταῖς παρ᾽ Αἴγυπτον πύλαι,

Πόσον γε Παῦλος, κἄν βίου λίπῃ πύλας;

Βλαστὸς Θηβαΐδος πέμπτῃ δεκάτῃ θάνε Παῦλος.

Ἦχος γ’. Θείας πίστεως.
Θείου Πνεύματος, τὴ ἐπινεύσει, πρῶτος ὤκησας, ἐν τὴ ἐρήμω, Ἥλιου τὸν ζηλωτὴν μιμησάμενος καὶ δι' ὀρνέου τραφεῖς ὡς ἰσάγγελος, ὑπ' Ἀντωνίου τῷ κόσμῳ ἐγνώρισαι. Παῦλε ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

Κοντάκιον
Ήχος δ’. Επεφάνης σήμερον.
Τον φωστήρα άπαντες τον εν τω ύψει, αρετών εκλάμψαντα, ανευφημήσωμεν πιστοί, Παύλον τον θείον κραυγάζοντες· Συ των οσίων Χριστέ αγαλλίαμα.

Όσιος Ιωάννης ο Καλυβίτης ο δια Χριστόν πτωχός

Ἀρνησίκοσμος παῖς λιπὼν γῆς καλύβην,
Ἐν οὐρανοῖς ἔπηξε καινὴν καλύβην.
Πέμπτῃ Ἰωάννης δεκάτῃ καλύβην μετέπηξεν.

Ἦχος δ’. Ταχύ προκατάλαβε
Ἐκ βρέφους τόν Κύριον, ἐπιποθήσας θερμῶς, τόν κόσμον κατέλιπες, καί τά ἐν κόσμῳ τερπνά, καί ἤσκησας ἄριστα· ἔπηξας τήν καλύβην, πρό πυλῶν σῶν γονέων· ἔθραυσας τῶν δαιμόνων, τάς ἐνέδρας παμμάκαρ· διό σε Ἰωάννη ὁ Χριστός, ἀξίως ἐδόξασεν.

Κοντάκιον
Ἦχος β’. Τά ἄνω ζητῶν.
Ποθήσας σοφέ, πτωχείαν Χριστομίμητον, γονέων τῶν σῶν, τόν πλοῦτον ἐγκατέλιπες, καί τό Εὐαγγέλιον ἐν χερσί σου κρατῶν ἠκολούθησας, Χριστῷ τῷ Θεῷ Ἰωάννη , πρεσβεύων ἀπαύστως ὑπέρ πάντων ἡμῶν.

Μεγαλυνάριον
Πλοῦτον ἀπανθοῦντα καταλιπών, ἐν πτωχείᾳ πλούτου, πλοῦτος ὤφθης πνευματικός· καὶ ἀντὶ καλύβης, φωτοφανῆ παστάδα, ὁ Λόγος Ἰωάννη, λαμπρῶς σοι δέδωκε.


saint.gr


Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael