Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

17 Δεκεμβρίου: Κυριακή των Αγίων Προπατόρων -Άγιος Διονύσιος ο Νέος, ο Ζακυνθινός Αρχιεπίσκοπος Αιγίνης

 

Δέξασθαι χαρὰν οἱ πάλαι Προπάτορες,
Βλέποντες ἐγγίζοντα Xριστὸν Μεσσίαν.
Γήθεο Ἀβραάμ, ὅτι Πρόπαππος Χριστοῦ ἐδείχθης.

Οι Πατέρες της Εκκλησίας, όρισαν την Κυριακή πριν την Κυριακή προ της γεννήσεως του Χριστού, τη μνήμη των Προπατόρων Του, δηλαδή των κατά σάρκα προγόνων Του, όπως είναι ο Αβραάμ και οι υπόλοιποι, από τους οποίους προήλθε ο Κύριος Ιησούς Χριστός.

Την Κυριακη των προπατορων γιορτάζει και η Αγία Μαρία η προμήτωρ της Θεοτόκου.

Κοντάκιον
Ἦχος β’. Αὐτόμελον.
Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ' ἀγράφῳ οὐσίᾳ θωρακισθέντες τρισμακάριοι, ἐν τῷ σκάμματι τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε· Τάχυνον ὁ Οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.

Ὁ Οἶκος
Ἔκτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι· μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς ὁ θάνατος, ὁ διψῶν ἡμᾶς, καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς· ἀλλ' ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου τῶν ἐν Βαβυλῶνι, ἀπαύστως ἀνυμνούντων σε καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.

Κάθισμα
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Ὑμνήσωμεν πιστοί, τοὺς Προπάτορας πάντας, Χριστοῦ τοῦ δι' ἡμᾶς, ἐπὶ γῆς ὁραθέντος, δοξάζοντες ἐν ᾄσμασι, τὸν αὐτοὺς θαυμαστώσαντα, ὡς τὴν ἔλευσιν, προεκτυπώσαντας τούτου, καὶ τὴν γέννησιν, τὴν ἐκ Παρθένου ἀφράστως, τῷ κόσμῳ κηρύξαντας.

Άγιος Διονύσιος ο Νέος, ο Ζακυνθινός Αρχιεπίσκοπος Αιγίνης

Λιπὼν τὰ τῆς γῆς, νῦν κατοικεῖ ἐν πόλῳ,
κλέος Ζακύνθου Διονύσιος νέος.

Ἔχει μὲν ἡ γῆ σῶμα Διονυσίου
Νέου, Πόλος δὲ τοῦδε τὴν ψυχὴν φέρει.
Ἑβδομάτῃ δεκάτῃ θάνεν, Διονύσιος ὁ κλεινός.

Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τῆς Ζακύνθου τὸv γόνον καὶ Αἰγίvης τὸν πρόεδρον, τὸv φρουρὸν μονῆς τὼv Στροφάδωv, Διοvύσιοv ἅπαντες, τιμήσωμεv συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν εἰλικριvῶς· Tαῖς λιταῖς τοὺς τὴv σὴν μνήμην ἐπιτελοῦντας σῶσον καὶ βοῶντάς σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ θαυμαστώσαντι· δόξα τῷ δωρησαμένῳ σε ἡμῖv, πρέσβυν ἀκοίμητον.

Ερμηνεία
Ἂς τιμήσωμεν ὅλοι ὁμοῦ οἱ πιστοὶ τὸν Διονύσιον τὸν ἐκ Ζακύνθου καταγόμενον, τὸν ἐπίσκοπον τῆς Αἰγίνης, τὸν φύλακα τῆς ἱερᾶς Μονῆς τῶν Στροφαδων. Ἂς ψάλλωμεν πρὸς αὐτὸν εἰλικρινῶς· Σῷσον ἡμάς ἅγιε Διονύσιε, τους ἑορτάζοντας τὴν μνήμην σου δι’ ὕμνων και λιτανειῷν. Ἂς δοξάσωμεν καὶ τὸν δοξάσαντά σε εἰς ἡμας ἀκοίμητον πρεσβευτὴν καὶ μεσίτην πρὸς τὸν Θεόν. (Τα απολυτίκια, εκδότης Ιωάννης Ν. Σιδέρης, 1908)

Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει σήμερον, τῶν Ζακυνθίων ἡ πόλις, ἑορτὴν χαρμόσυνον, σὺν τῇ μονῇ τῶν Στροφάδων, Αἴγιναν, τὴν ἐν Κυκλάσι προσκαλουμένη, ᾄσμασιν, ἀξιοχρέως συνευφημῆσαι, καὶ φαιδρῶς πανηγυρίσαι, τὸ κοινὸν κλέος, νῦν Διονύσιον.

Μεγαλυνάριον
Ήκεν εκ Στροφάδων ως θησαυρός, τη πόλει Ζακύνθου, το Σον Λείψανον το σεπτόν, και καταπλουτίζει, θαυμάτων ενεργείας, των ευσεβών τα στίφη, ω Διονύσιε.

Ὁ Οἶκος
Σιγησάτωσαν, ἤδη σιγησάτωσαν οἱ μέχρι δεῦρο σφαλερῶς λέγοντες, μὴ εἶναι τῇ θεοσώστῳ Ζακύνθῳ τὸν οἰκεῖον προστάτην, καὶ πρὸς Θεὸν πρέσβυν θερμότατον, καθὰ καὶ ἐν πολλαῖς τῶν ἐπισήμων πόλεων καὶ χωρῶν ὀρθοδόξων. Ἔνεστι γὰρ καὶ μάλα καλῶς ὁ σεπτὸς ἐν Ἱεράρχαις Διονύσιος, ὁ θαυμαστὸς Αἰγίνης πρόεδρος, ταύτης δὲ γόνος εὐκλεὴς καὶ θρέμμα ἀξιέπαινον. Οὐκέτι λοιπὸν ζηλοῖ Ζάκυνθος ἡ εὐδαίμων Κεφαλληνίαν καὶ Κέρκυραν, τὰς φίλας γείτονας, διὰ τὸ αὐτὰς μέγα σεμνύνεσθαι ἐπὶ τοῖς θείοις καὶ ἱεροῖς λειψάνοις Γερασίμου τε καὶ Σπυρίδωνος, ἀλλοδαποῖς τυγχάνουσιν, ἀλλ' ἐκείνας μὲν προσφιλῶς συγκαλεῖται πρὸς φαιδρὰν πανήγυριν τοῦ ἰδίου αὐτόχθονος, ὥσπερ δὴ καὶ προσφόρως τὴν ἐν Κυκλάσι προσφωνεῖ Αἴγιναν, σὺν τῇ πανσέπτῳ τῶν Στροφάδων Μονῇ, τῇ τὸ θεῖον καὶ ἱερὸν αὐτοῦ σκῆνος εὐτυχῶς θησαυρισάσῃ, τοῦ ἀξίως εὐφημῆσαι καὶ φαιδρῶς πανηγυρίσαι, τὸ κοινὸν κλέος, νῦν Διονύσιον.

Κάθισμα
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Ἀγάπης τῷ δεσμῷ, συντεθεὶς θεοφόρε, διέλυσας τρανῶς, τὴν κακίαν τῆς ἔχθρας· φονέα γὰρ συγγόνου σου, πεφευγότα τῇ σκέπῃ σου, μὴ εἰδότα σε, τὸν ἀδελφὸν αὐτοῦ εἶναι, δίκης ἔσωσας, ἐπικειμένου θανάτου, καὶ σῶον ἀπέστειλας.

saint.gr

Top Post Ad


Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael