Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

11 Δεκεμβρίου: Όσιος Δανιήλ ο Στυλίτης

Καὶ γήϊνον πᾶν, ἀλλὰ καὶ γῆν ἐκκλίνων,
Οἰκεῖ Δανιὴλ πρὶν στῦλον, καὶ νῦν πόλον.
Ἑνδεκάτῃ Δανιὴλ στυλοβάμων εὕρατο τέρμα.

Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὑψώσας τὸ σῶμα σου, ἐπὶ τοῦ στύλου σοφέ, τὸν νοῦν σου ἐπτέρωσας, πρὸς τὸν Θεὸν ἀκλινῶς, βιώσας ὡς ἄγγελος, ὅθεν σὲ στήλην ζῶσαν, εὐσεβείας εἰδότες, κράζοντας σοὶ βοῶμεν, Δανιὴλ Θεοφόρε, Παντοίων ἠμᾶς κινδύνων, πρέσβευε ρύεσθαι.

Έτερον Ἀπολυτίκιον
Ἦχος α’.
Ὑπομονῆς στύλος γέγονας, ζηλώσας τοὺς Προπάτορας Ὅσιε· τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώματι. Δανιὴλ Πατὴρ ἡμῶν, Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον
Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὥσπερ ἀστὴρ πολύφωτος, σὺ ἀναβὰς μακάριε, ἐπὶ τοῦ στύλου τὸν κόσμον ἐφώτισας, ἐν τοῖς ὁσίοις ἔργοις σου, καὶ τὸ σκότος τῆς πλάνης, ἀπεδιώξας Πάτερ· διὸ δεόμεθα, καὶ νῦν ἐπίλαμψον, ἐν ταῖς καρδίαις τῶν δούλων σου, τὸ ἄδυτον φῶς τῆς γνώσεως.

Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος, τῶν Ἀγγέλων μακάριε, καὶ τῶν θαυμάτων ὄντως, χαρίσματα ἔλαβες, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πίστει τιμώντων σε· ὅθεν καὶ δαιμόνων, ἀπελαύνων τὰ πλήθη, παρέχεις ἰάματα, τοῖς ἀνθρώποις μακάριε, Δανιὴλ ἀξιάγαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

saint.gr

Top Post Ad


Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael