Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

15 Οκτωβρίου: Μνήμη της Ζ' Οικουμενικής Συνόδου

Ὑπέρμαχοι σοὶ τοῖς λόγων ὅπλοις, Λόγε,
Ἐχθροὺς τροποῦνται τῶν σεβαστῶν εἰκόνων.
Ταῖς τῶν Ἁγίων Πατέρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.

Ἦχος πλ. δ’.
Ὑπερδεδοξασμένος εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι' αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν πάντας ἡμᾶς ὁδηγήσας, πολυεύσπλαγχνε δόξα σοι.

Έτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ταῖς θείαις τοῦ Πνεύματος, καὶ ἑπταρίθμοις αὐγαῖς, Πατέρες οἱ ἔνθεοι, καταυγασθέντες τὸν νοῦν, Ἑβδόμην συνέλευσιν, ἤθροισαν ἐκ περάτων, ἐν Νικαίᾳ τῇ πόλει, ἱδρύσαντες θεοφρόνως, τὰς πανσέπτους Εἰκόνας. Αὐτῶν μετ’ εὐφροσύνης, τῇ μνήμῃ ᾄσωμεν.

Κοντάκιον
Ἦχος β'. Χειρόγραφον εἰκόνα.
Ὁ ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς ἀρρήτως, ἐκ γυναικὸς ἐτέχθη διπλοῦς τῇ φύσει, ὃν εἰδότες, οὐκ ἀρνούμεθα τῆς μορφῆς τὸ ἐκτύπωμα, αὐτὸ δὲ εὐσεβῶς ἀνιστοροῦντες, σέβομεν πιστῶς. Καὶ διὰ τοῦτο, τὴν ἀληθινὴν πίστιν κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως.

Μεγαλυνάριον
Τοὺς θείους Πατέρας τοὺς τὴν σεπτήν, Σύνοδον Ἑβδόμην, συγκροτήσαντας ἱερῶς, καὶ τετιμηκότας, Εἰκόνας τὰς ἁγίας, ᾀσμάτων συμφωνίᾳ, ἀνευφημήσωμεν.

Έτερον Μεγαλυνάριον
Ἐπὶ τὸ πρωτότυπον ἡ τιμή, τῶν σεπτῶν Εἰκόνων διαβαίνει ὡς ἀληθῶς, ὥσπερ οἱ Πατέρες, Συνόδου τῆς Ἑβδόμης, ἐτράνωσαν πανσόφως· οὓς μεγαλύνωμεν.

Ὁ Οἶκος
Θέλων ὁ πανοικτίρμων Θεὸς ἡμᾶς διεγείρειν ἀεὶ πρὸς μνήμην τελείαν τῆς αὐτοῦ ἐνανθρωπήσεως, τὴν ὑπόθεσιν ταύτην παρέδωκε τοῖς ἀνθρώποις, διὰ τῆς χρωματουργίας τῶν εἰκόνων, τὴν σεβάσμιον ἀνατυποῦσθαι μορφήν, ὅπως ταύτην ἐπ' ὄψεσιν ὁρῶντες, πιστεύωμεν, ἅπερ λόγῳ ἀκηκόαμεν, γνωρίζοντες σαφῶς τὴν πρᾶξιν καὶ τὸ ὄνομα, τὸ σχῆμα καὶ τοὺς ἄθλους τῶν Ἁγίων ἀνδρῶν, καὶ Χριστὸν τὸν στεφοδότην στεφάνους παρεχόμενον τοῖς Ἁγίοις Ἀθληταῖς τε καὶ Μάρτυσι, δι' ὧν ἄρτι τρανότερον τὴν ἀληθινὴν πίστιν κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως.

Κάθισμα
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Φωστῆρες ὑπέρλαμπροι, τῆς ἀληθείας σαφῶς, τῷ κόσμῳ ἐδείχθητε, μακαριώτατοι, Πατέρες θεόφθογγοι, τήξαντες τὰς αἱρέσεις, τῶν βλασφήμων γλωσσάλγων, σβέσαντες τὰς φλογώδεις, τῶν δυσφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.

 

 saint.gr

 

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael