Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

13 Οκτωβρίου: Αγία Χρυσή η Νεομάρτυς - Άγιοι Κάρπος, Πάπυλος, Αγαθόδωρος και Αγαθονίκη

Eν ταις βασάνοις χρυσός οίον καμίνω,
Xρυσή εδείχθης ηγλαϊσμένη όλη.

Ἦχος γ’. Θείας Πίστεως.
Σκεῦος χρύσεον, τῆς παρθενίας, καὶ ἀκήρατος, νύμφη Κυρίου, ἐχρημάτισας Χρυσῆ καλλιπάρθενε· τὴν γὰρ ἁγνείαν ἀμέμπτως φυλάττουσα, ὐπὲρ Χριστοῦ θεοφρόνως ἐνήθλησας· Μάρτυς ἔνδοξε, ἱκέτευε τὸν Νυμφίον σου, δωρήσασθε ἡμῖν τὸ μέγα ἔλεος.

Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Χρυσωθεῖσα Πνεύματι, Τῷ Παναγίῳ, τὴν ἁγνείαν ἔφθορον, τὴν σὴν ἐτήρησας Χριστῷ, καὶ ὑπὲρ φύσιν ἠγώνισαι, παρθενομάρτυς, Χρυσῆ ἀξιάγαστε.

Μεγαλυνάριον
Τὴν Παρθενομάρτυρα τοῦ Χριστοῦ, τὴν κεχρυσωμένην, σώματί τε καὶ τῇ ψυχῇ, Χρυσῆν τὴν ἁγίαν, αἰνέσωμεν βοῶντες· χαῖρε νύμφη Κυρίου, ἁγνὴ καὶ πάγχρυσε.

Άγιοι Κάρπος, Πάπυλος, Αγαθόδωρος και Αγαθονίκη

Eις τον Kάρπον και Πάπυλον.
Κάρπῳ, Παπύλῳ, τοῖς Θεοῦ καρποῖς δύο,
Πᾶς πυλεὼν τμηθεῖσιν ἠνοίγη πόλου.

Eις τον Aγαθόδωρον.
Ἀγαθόδωρον δωρεῶν πληθὺς μένει,
Πρὸς πληθὺν ἀθλήσαντα δεινῶν μαστίγων.

Eις την Aγαθονίκην.
Οὐκ ἐμποδὼν σοι, Μάρτυς Ἀγαθονίκη,
Τὸ θῆλυ πρὸς τὸ θεῖον ἐκ ξίφους τέλος.

Κάρπον σὺν Παπύλῳ δεκάτῃ τρίτῃ ἔκτανε χαλκός.

Ἦχος γ’. Θείας πίστεως.
Βίον ἔνθεον, διαδραμόντες, Χριστοῦ ὤφθητε, συγκληρονόμοι, δι' ἀθλήσεως ἐχθρὸν τροπωσάμενοι, Καρπὲ σοφὲ καὶ κλεινὲ Ἀγαθόδωρε, Ἀγαθονίκη καὶ Πάπυλε ἔνδοξε. Θεῖοι Μάρτυρες, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἤμιν τὸ μέγα ἔλεος.

Κοντάκιον
Ἦχος δ’. Ὁ ὑψωθεὶς.
Ὡς θησαυρὸν πολυτελὴ ὁ Δεσπότης, καὶ κρήνην βρύουσαν κρουvοὺς ἰαμάτων, τοῖς ἐπὶ γῆς παρέσχετο τὰ λείψανα ὑμῶν, νόσους μὲv καθαίροvτα, παθημάτωv ποικίλωv, χάριν δὲ βραβεύοντα, ταῖς ψυχαῖς ἀενάως, διὸ συμφώvως Καρπὲ τὴν ὑμῶν, Πάπυλε πόθῳ, τελοῦμεv πανήγυριv.

Μεγαλυνάριον
Κάρπωμα προσήχθητε λογικόν, ἄνθραξι τῶν ἄθλων, τῷ τυθέντι ὑπὲρ ἡμῶν, Πάπυλε καὶ Κάρπε, σὺν τῷ Ἀγαθοδώρῳ, καὶ τῇ Ἀγαθονίκῃ· διὸ δεδόξασθε.

Ὁ Οἶκος
Ἡ προαιώνιος Θεοῦ Σοφία τε καὶ Λόγος, νοός μου τὴν ὁμίχλην ἀπέλασον, καὶ δίδου λόγον σοφίας ὡς Θεός, τοὺς μιμησαμένους διὰ πόθον ὁλικῶς τὰ θεῖά σου παθήματα, ἀνυμνῆσαι προθύμως, ὡς ὑπὸ σοῦ. Δέσποτα τῶν ὅλων, ἐπαξίως τῶν ἀγώνων τὰς ἀμοιβὰς ἀποληψομένους. Ἐνταῦθα γὰρ πιστῶν οἱ δῆμοι κυκλοῦντες τῶν λειψάνων τήν σορόν, τὴν εὐεξίαν δρέπονται ἀεί, συμφώνως ἐπιτελοῦντες, Πάπυλε, Κάρπε, ὑμῶν τὴν πανήγυριν.


saint.gr

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael