Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

27 Σεπτεμβρίου: Αγία Ακυλίνα -Άγιος Καλλίστρατος και οι μαζί μ' αυτόν 49 Μάρτυρες

Την φύσιν ούσα θήλυ η Aκυλίνα,
Aνήρ εδείχθη γεννάδας προς βασάνους.

Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀκυλίναν τὴν θείαν ἀνευφημήσωμεν, οἴα θεόφρονα κόρην καὶ Ἀθληφόρον Χριστοῦ, τὴ ἀγάπη γὰρ αὐτοῦ πίστει ἠνδρίσατο, καὶ καθεῖλε τὸν ἐχθρόν, δι' ἀγώνων ἱερῶν καὶ δόξης τυχοῦσα θείας Χριστῷ τῷ Λόγῳ πρεσβεύει, ἐλεηθήναι τᾶς ψυχᾶς ἠμῶν.

Έτερον Ἀπολυτίκιον
Ήχος πλ. α'. Τον συνάναρχον Λόγον
Ζαγκλιβέριον χαίρει εν τη αθλήσει σου, η σε βλαστήσασα κώμη ως άνθος εύοσμον, Ακυλίνα του Χριστού καλλιπάρθενε· συ γαρ ενήθλησας στερρώς, και εδέξω εκ Θεού το στέφος της αφθαρσίας, εκδυσωπούσα απαύστως, ελεηθήναι τας ψυχάς ημών.

Άγιος Καλλίστρατος και οι μαζί μ' αυτόν Σαράντα εννέα Μάρτυρες


Εἰς τον Kαλλίστρατον.
Τμηθεὶς ὁ Καλλίστρατος αὐχένα ξίφει,
Στρατῷ συνήφθη καλλινίκων Μαρτύρων.

Εἰς τοὺς ἁγίους μθ' Μάρτυρας
Δεκὰς τετραπλῆ Μαρτύρων σὺν ἐννάδι,
Διὰ ξίφους ἄθλησιν ἀθλεῖ τιμίαν.

Εἰκάδι ἑβδομάτῃ Καλλίστρατος ἔνθεν ἀέρθη.

Ἦχος γ’. Τὴν ὡραιότητα.
Τῷ θείῳ Πνεύματι, περιφραξάμενος, Μάρτυς Καλλίστρατε, λαμπρῶς ἠρίστευσας, καταβολῶν τὸν δυσμενῆ, σοφία τῶν σῶν ἀγώνων ὅθεν καὶ προσήγαγες, τῷ Χριστῷ ὡς θυμίαμα, δῆμον παναοίδιμον, Ἀθλητῶν πιστευσάντων σοί, μεθ' ὧν ὑπὲρ ἠμῶν ἐκδυσώπει, τῶν εὐφημούντων σὲ ἐν ὕμνοις.

Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὥσπερ ἄστρον μέγιστον, ἔλαμψας κόσμω, τᾶς ἀκτῖνας ἄπασι, τῶν σῶν ἀγώνων ἐφαπλῶν, καὶ τῶν θαυμάτων τοὶς κράζουσι, Χαίροις Μαρτύρων, τὸ κλέος Καλλίστρατε.

Ὁ Οἶκος
Τὸν τοῦ Κυρίου ἀθλητήν, καὶ μέγαν στρατιώτην, καὶ φίλον τῆς Τριάδος, καὶ μύστην τῶν ἀρρήτων, καὶ μιμητὴν τοῦ Ἰησοῦ, ᾄσμασιν ἐν πίστει συνελθόντες οἱ πιστοὶ χαρμονικῶς ὑμνήσωμεν, γεραίροντες αὐτοῦ τὰ παλαίσματα καὶ τάς ἀριστείας, τοὺς πόνους, οὓς ὑπέστη διὰ Χριστὸν τὸν παμβασιλέα, αἰτούμενοι τυχεῖν αὐτοῦ ταῖς πρεσβείαις, τῆς ἀμείνονος ζωῆς τοῦ Παραδείσου, ἔνθα οἱ χοροὶ εὐφραίνονται τῶν κραζόντων· Χαίροις Μαρτύρων τὸ κλέος Καλλίστρατε.

saint.gr


Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael