Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

26 Ιουνίου: Όσιος Δαβίδ ο εν Θεσσαλονίκη

Δαυῒδ συνήφθης τῷ πάλαι Δαυῒδ νέε,
Ἄλλον Γολιὰθ σαρκικά κτείνας πάθη.
Ἕκτῃ ἐξεπέρησε πύλας βίου εἰκάδι Δαυΐδ.

Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς φοῖνιξ ἐξήνθησας, τῶν ἀρετῶν τοὺς καρπούς, ἀσκήσας ὡς ἄσαρκος, ἀμυγδαλῆς ἐν φυτῷ, Δαβὶδ Πάτερ Ὅσιε. Ὅθεν Θεσσαλονίκη, τοὶς ὀσίοις σου πόνοις, χάριν παρὰ Κυρίου, δαψιλῆ καρπουμένη, γεραίρει ὡς μεσίτην σέ, θερμὸν πρὸς τὸν Κύριον.

Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ᾽ εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾷν μὲν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτoυ· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Δαυῒδ τὸ πνεῦμά σου.

Έτερον Ἀπολυτίκιον  
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῇ ἀγάπῃ τοῦ Λόγου Πάτερ πτερούμενος, ἐπὶ τοῦ δένδρου διῆλθες ἀγγελικὴν βιοτήν, καὶ ἐξήνεγκας ἡμῖν καρποὺς τῆς χάριτος· ἐξ ὧν τρυφῶντες νοητῶς, ἐκβοῶμέν σοι πιστῶς, Δαβὶδ Ὁσίων ἀκρότης· μὴ διαλίπῃς πρεσβεύων, ἐλεηθῆναι τὰς ψηχὰς ἡμῶν.

Κοντάκιον
Ἦχος β’. Τοὺς ἀσφαλεῖς.
Ὡς μιμητήν, τῶν οὐρανίων τάξεων, καὶ ἀγαθῶν, τῶν ἐπιγείων πάροικον, ἀπαξίως μακαρίζομεν, σὲ ὦ Δαβὶδ θεομακάριστε· τὸν βίον γὰρ ὡς ἄγγελος ἐτέλεσας, καὶ θείων δωρημάτων κατετρύφησας, ἐξ ὧν καὶ ἡμῖν μετάδος Ὅσιε.

Μεγαλυνάριον
Ἤνεγκας ὡς κλῆμα ἐν τῇ Ἐδέμ, ἑστὼς ὑπὲρ φύσιν, ἐπὶ δένδρου πάτερ Δαβίδ, βότρυας ἡδίστους, ἠθῶν δικαιοσύνης, δι΄ὧν ἀεὶ εὐφραίνεις τοὺς σὲ γεραίροντας.

Κάθισμα
Ἦχος πλ. δ'. Τὴν σοφίαν καὶ Λόγον.
Ἐγκρατείᾳ τὰ πάθη τὰ τῆς σαρκός, τῇ ψυχῇ ὑποτάξας Πάτερ σοφέ, ὡράθης μακάριε, μετὰ σώματος Ἄγγελος, καλιὰν δὲ πήξας, ὡς ὄρνις εὐκέλαδος, ἐν φυτῷ εἰς ὕψος, τὸν νοῦν ἀνεπτέρωσας· ὅθεν τῶν θαυμάτων, ἐνεργείας πλουτήσας, μετῆλθες πρὸς Κύριον, ὃν ἐκ βρέφους ἐπόθησας· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.


 saint.gr

 

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael