Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

30 Απριλίου: Κυριακή των Μυροφόρων -Άγιος Ιάκωβος ο Απόστολος

Των Αγίων Μυροφόρων γυναικών, έτι δε Ιωσήφ του εξ Αριμαθαίας και του νυκτερινού μαθητού Νικοδήμου

 Χριστῷ φέρουσιν αἱ Μαθήτριαι μύρα,
 ἐγὼ δὲ ταύταις ὕμνον, ὡς μύρον, φέρω.


Μυροφόρες είναι οι γυναίκες που ακολουθούσαν το Κύριο μαζί με τη Μητέρα του, έμειναν μαζί της κατά την ώρα του σωτηριώδους πάθους και φρόντισαν να αλείψουν με μύρα το σώμα του Κυρίου. Όταν δηλαδή ο Ιωσήφ και ο Νικόδημος ζήτησαν κι' έλαβαν από το Πιλάτο το δεσποτικό σώμα, το κατέβασαν από το σταυρό, το περιέβαλαν σε σινδόνια μαζί με εκλεκτά αρώματα, το τοποθέτησαν σε λαξευτό μνημείο κι' έβαλαν μεγάλη πέτρα πάνω στη θύρα του μνημείου, παρευρίσκονταν θεωρώντας κατά τον ευαγγελιστή Μάρκο η Μαρία η Μαγδαληνή και η άλλη Μαρία που καθόταν απέναντι του τάφου. Άλλη Μαρία εννοούσε οπωσδήποτε τη Θεομήτορα. Δεν παρευρισκόταν μόνο αυτές, αλλά και πολλές άλλες γυναίκες όπως αναφέρει και ο Λουκάς.

Ἀπολυτίκιον
Ἦχος β΄.
Ὀ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρὰ εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἕτερον Ἀπολυτίκιον

Ταῖς μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια· Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ΄ Κανόνας πίστεως.
(Ἀπολυτίκιον Νικοδήμου Μυροφόρου)
Χριστὸν τὸν Κύριον ἐν νυχτὶ ἐπεσκέψατο, ἀναγέννησιν ἄνωθεν ἐκδιδαχθεὶς ἐμαθήτευσεν, ὡς κεκρυμμένος ἀπόστολος. Εὐθαρσῶς διεφώνει πρὸς φαρισαίους καὶ γραμματεῖς, τὸν Σωτῆρα διώκοντας. Ὃν νεκρὸν καθεῖλεν ἐκ τοῦ Σταυροῦ, μῦρα τῇ ταφῇ ἐνεγκών, Νικόδημος ὁ ἔνθερμος.

Κοντάκιον

Ἦχος β΄.
Τὸ Χαῖρε ταῖς Μυροφόροις φθεγξάμενος, τὸν θρῆνον τῆς προμήτορος Εὔας κατέπαυσας, τῇ Ἀναστάσει Σου Χριστὲ ὁ Θεός· τοῖς Ἀποστόλοις δὲ τοῖς σοῖς κηρύττειν ἐπέταξας· ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος.

Άγιος Ιάκωβος ο Απόστολος αδελφός Ιωάννου του Θεολόγου

Ὡς ἀμνὸς Ἰάκωβος ἀχθεὶς ἐσφάγη,
Τῆς εὐσεβείας μηρυκίζων τοὺς λόγους.
Κτεῖνε, μάχαιρα φόνου, Ἰάκωβον ἑνὶ τριακοστῇ.

Ἦχος πλ. δ’.
Ἀπόστολε ἅγιε Ἰάκωβε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Έτερον Ἀπολυτίκιον 
Ἦχος γ’. Θείας πίστεως.
Γόνος ἅγιος, βροντῆς ὑπάρχων, κατεβρόντησας, τὴ οἰκουμένη, τὴν τοῦ Σωτῆρος Ἰάκωβε κένωσιν, καὶ τὸ ποτήριον τούτου ἐξέπιες, μαρτυρικῶς ἐναθλήσας Ἀπόστολε, ὅθεν πάντοτε, ἐξαίτει τοὶς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.

Κοντάκιον
Ἦχος β’. Τά ἄνω ζητῶν.
Φωνῆς θεϊκῆς, ἀκούσας προσκαλούσης σε, ἀγάπην πατρός, παρεῖδες καὶ προσέδραμες, τῷ Χριστῷ Ἰάκωβε, μετά καί τοῦ συγγόνου σου ἔνδοξε, μεθ᾽ οὗ καὶ ἠξιώθης ἰδεῖν, Κυρίου τήν θείαν Μεταμόρφωσιν.

Μεγαλυνάριον
Ἡ τῶν ἀπορρήτων θεία βροντή, ὁ ἐν Θαβωρίῳ, ἐπακούσας φωνῆς Πατρός, καὶ βροντοφωνήσας, ἡμῖν τὴν σωτηρίαν, Ἰάκωβος ὁ μύστης, Χριστοῦ ὑμνείσθω μοι.

Ὁ Οἶκος
Ὡς ἁλιεὺς λογικῶν ἰχθύων, τῷ δικτύῳ Τρισμάκαρ τῶν σεπτῶν εὐχῶν βυθοῦ πταισμάτων ἀνάγαγε τὴν ταπεινήν μου ψυχήν, τὴν πάλαι ὑφ' ἡδονῶν θηρευθεῖσαν τῶν τοῦ βίου ἵνα ἀκλινῶς διελθὼν τὸν ὑπόλοιπον χρόνον μου, ὑμνήσω τὸ ὄνομά σου, καὶ δοξάσω τὸν βίον τὸν ἄμεμπτον, ὃν ἐκτελέσας ἐπὶ τῆς γῆς, ἠξιώθης ἐπ' ὄρους θεάσασθαι, Κυρίου τὴν θείαν Μεταμόρφωσιν.

Κάθισμα
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Χριστῷ μαθητευθείς, καὶ πιὼν τὸ ἐκείνου, ποτήριον σοφέ, ὥσπερ ἔφη σοι μάκαρ, μαχαίρᾳ Ἰάκωβε, ἀπεκτάνθης Ἀπόστολε· ὅθεν ἅπασα, ἡ Ἐκκλησία χορεύει, ἑορτάζουσα, τὴν παναγίαν σου μνήμην, ἐν ᾗ εὐφημοῦμέν σε.


 saint.gr

Top Post Ad

https://i.imgur.com/W4cdK6E.jpeg

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael