Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

2 Μαρτίου: Άγιος Νικόλαος ο Πλανάς -Άγιος Ησύχιος ο Συγκλητικός

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τᾶς τοῦ πλάνου παγίδας ἐκφυγῶν, ἱερώτατε, ἀπλανῶς ἐπορεύθης διὰ βίου, πατὴρ ἠμῶν, Νικόλαε ἀοίδιμε Πλανᾶ, οὐράνια χαρίσματα λαβῶν, ἀγρυπνίαις καὶ νηστείαις, ἱερουργῶν ὁσίως τῷ Κυρίῳ σου. Ὅνπερ καθικετεύων ἐκτενῶς, Νάξιον ἱεράτευμα, πρέσβευε δωρηθῆναι καὶ ἠμὶν τὸ θεῖον ἔλεος.

Κοντάκιον
Ήχος βαρύς. Επί του όρους μετεμορφώθης.
Εν παντί έθνει, καιρώ και χρόνω Θεός αμάρτυρον ουκ αφήκεν Αυτού την θείαν δόξαν και την θειότητα τους δε όντας αγίους εν τη γη αυτού και Πλανάν τον Νικόλαον εδόξασε και ημίν εδωρήσατο πρεσβευτήν, πατέρα και θερμόν εν ανάγκαις αντιλήπτορα.

Μεγαλυνάριον
Χαίροις, του Προδρόμου δούλος πιστός, των αγρυπνιών τε ο εργάτης ο θαυμαστός, χαίροις, εκκλησίας προφήτου Ελισσαίου το σέμνωμα και δόξα, πάτερ Νικόλαε!

Άγιος Ησύχιος ο Συγκλητικός

 

Ποταμὸν Ἡσύχιος ὑδάτων ἔδυ,
Ὅπως ποταμὸν τοῦ πυρὸς διεκφύγῃ.
Δευτερίῃ προσέβη Ἡσύχιος ἐν πόλου ὅρμοις.

Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Ἄξιας κοσμικῆς, ἀπορρίψας τὸ κλέος, τὴν δόξαν τοῦ Χριστοῦ, ὠμολόγησας χαίρων, Ἠσύχιε πανένδοξε, Ἀθλητῶν ἐγκαλλώπισμα, ὅθεν ἔφερες, ὥσπερ τιμὴν τὴν αἰσχύνην, καὶ τὸν θάνατον, ἐν πνιγμονῇ τῶν ὑδάτων, δυνάμει τοῦ Πνεύματος.

Έτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Ὁ Μάρτυς σου, Κύριε, ἐν τὴ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἠμῶν, ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση, Αὐτοῦ ταὶς ἰκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τᾶς ψυχᾶς ἠμῶν.

Κοντάκιον
Ἦχος πλ. β’. Τήν ὑπέρ ἡμῶν.
Τούς ἀθλητικούς ἀγῶνας ἰχνηλατήσας, πρός θεουργικήν, ἀγάπην ἀνεπτερώθης, καί τῆς ἄνω Συγκλήτου, ἐδείχθης ὁμότιμος, ἀρνησάμενος τήν πρόσκαιρον, καί ζωῆς πρός ὕδωρ ἔφθασας, ποταμοῦ ῥιφείς τοῖς ῥεύμασιν, Ἡσύχιε Ἀθλητά, εὐσεβῶν πρεσβευτά.

Μεγαλυνάριον
Βουλὰς ἀσεβούντων ὑπεριδών, ἐν βουλῇ Κυρίου, ἐπορεύθης θεοπρεπῶς, καὶ ἀνδραγαθήσας, Ἡσύχιε ἐν ἄθλοις, λαμπρῶς ἐμεγαλύνθης, δόξῃ τῇ κρείττονι.

Κάθισμα
Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἀκαταγώνιστος Ἀθλητὴς γέγονας, τοῦ Παντοκράτορος, μάκαρ Ἡσύχιε, ἐν τῷ καιρῷ τῶν διωγμῶν, τῆς σαρκὸς μὴ φεισάμενος· ὅθεν θανατούμενος, ποταμίοις ἐν ὕδασι, τούτοις ἐναπέπνιξας, τὸν πολέμιον δράκοντα· διὸ ἐν εὐφροσύνῃ, τὴν θείαν μνήμην σου Μάρτυς ἑορτάζομεν.


saint.gr

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael