Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

8 Αυγούστου: Άγιος Τριαντάφυλλος από τη Ζαγορά -Άγιος Αιμιλιανός ο Ομολογητής, επίσκοπος Κυζίκου

Τριαντάφυλλος ὡράθη ῥόδον νέον,
Ἐρυθροβαφὲν τῇ ῥοῇ τῶν αἱμάτων.

Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως, ἔχων τὴν χάριν, χαίρων ἤθλησας, ἀνδρειοφρόνως, Νεομάρτυς Χριστοῦ Τριαντάφυλλε· ὅθεν ὡς ῥόδον εὐφραίνεις ἡδύπνευστον, τὴν Ἐκκλησίαν τῇ θείᾳ ἀθλήσει σου. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἀθλητὴς ἀήττητος τῆς εὐσεβείας, ἀνεδείχθης Ἅγιε, καταβαλὼν τὸν δυσμενῆ· ὅθεν Χριστὸς Τριαντάφυλλε, μαρτυρικῇ σε ἐδόξασε χάριτι.

Μεγαλυνάριον
Χαίροις ὁ ἀθλήσας ὑπὲρ Χριστοῦ, προθύμῳ καρδίᾳ, Τριαντάφυλλε Ἀθλητά· χαίροις Ζαγοραίων, ἀγλάϊσμα καὶ κλέος, οὓς φύλαττε καὶ φρούρει ταῖς ἱκεσίαις σου.

Άγιος Αιμιλιανός ο Ομολογητής, επίσκοπος Κυζίκου

Ψυχὴς πολὺν θεὶς Αἰμιλιανὸς λόγον,
Τῆς σαρκος ἠλόγησεν ἄχρι καὶ τέλους.
Ὀγδόῃ Αἰμιλιανοῦ ὀστέα δέξατ' ἄρουρα.

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς τοῦ Λόγου εἰκόνος διαγράψας τὴν ἔλλαμψιν, Αἰμιλιανὲ Ἱεράρχα διὰ βίου ὀρθότητας, τὴν ἔνσωμον Εἰκόνα τοῦ Χριστοῦ, ἐδίδαξας τιμάσθαι εὐσεβῶς, διὰ τοῦτο ὡς ποιμένα καὶ ἀθλητήν, τιμῶμεν σε κραυγάζοντες, δόξα τῷ παρασχόντι σοι Ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ, πάσι τὴν ἄφεσιν.

Έτερον Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Μαρτύρων ὁμότροπος, Ἱεραρχῶν καλλονή, ὁσίων ἀγλάϊσμα, Ὀρθοδοξίας φωστήρ, Αἰμιλανὲ πανσεβάσμιε· ἤλεγξας τοῦ τυράννου, τὴν ἀντίθεον πλάνην, ἄνωθεν ἠξιώθης, τῶν στεφάνων τῆς νίκης, καὶ πρεσβεύεις ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμών.

Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἐν Κυζίκῳ Ἅγιε, ἱερουργὸς ἀνεδείχθης, τοῦ Χριστοῦ τὸ ποίμνιον, ἐν εὐσεβείᾳ ἐκθρέψας· τοῦτο γοῦν διαφυλάττων ἐκ τῶν κινδύνων, φρούρει τε καὶ σκέπε πάντας τοὺς ἀνυμνοῦντας, εὐσεβῶς καὶ Ὀρθοδόξως, Τριάδα μίαν, δημιουργὸν τοῦ παντός.

Ὁ Οἶκος
Τὸ τῆς ἀσεβείας μένος κατ’ εἰκόνων καθορῶν Αἰμιλιανὸς ὁ θαυμάσιος, τῷ θείῳ ἀμφιέννυται ζήλῳ, καὶ ὡς ἄλλος Μωϋσῆς Φαραὼ τὸν νέον εὐθαρσῶς ἐλέγξας, βασάνους τε ὑπέστη καὶ ὑπερορίας μακράς· ἀλλ’ αὐτὸς ὥσπερ ἄκμων στεῤῥὸς ἀνήλατος διέμεινε, καὶ τὴν πλάνην ἐν μέσῳ συνόδου Πατέρων κατήργησεν, ἀνακηρύξας τρανῶς τὸ σέβας τῆς Χριστοῦ εἰκόνος, καὶ ὀρθοδόξως δογματίσας προσκυνεῖν προσώπων ἐν Τριάδι Θεὸν ἕνα, δημιουργὸν τοῦ παντός.

Κάθισμα
Ἦχος γ' Θείας πίστεως.
Θείῳ Πνεύματι πεφωτισμένος, ἀνεκήρυξας ἐν παρρησίᾳ, ὀρθοδοξίας παμμάκαρ τὰ δόγματα, καὶ βασιλέα κατῄσχυνας ἄνομον, ὑπερορίαις ἀδίκως στελλόμενος, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


saint.gr

 

 

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael


Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael