Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

19 Ιουνίου: Αγίων Πάντων -Άγιος Ιούδας ο Απόστολος


Τοῦ Κυρίου μου πάντας ὑμνῶ τοὺς φίλους,
Εἴτις δὲ μέλλων, εἰς τοὺς πάντας εἰσίτω.
Σήμερα, εορτάζουμε, όσους αγίασε το Άγιο Πνεύμα, τους Προπάτορες και Πατριάρχες, τους Προφήτες και ιερούς Αποστόλους, τους Μάρτυρες και τους Ιεράρχες, τους Ιερομάρτυρες και Οσιομάρτυρες, τους Όσιους και Δίκαιους και όλες γενικά τις άγιες Γυναίκες και τους υπόλοιπους ανώνυμους Αγίους.

Ἀπολυτίκιον
Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
(Ποίημα τοῦ ὁσίου Νικοδήμου τοῦ ῾Αγιορείτου)
Βλαστοὺς εὐαγγελίου καὶ καρποὺς ἀμαράντους, χοροὺς ἁγίων Πάντων εὐφημήσωμεν πάντες, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, μιμούμενοι αὐτῶν τὰς ἀρετάς, καὶ ἀγῶνας τοὺς γενναίους, ἀπὸ ψυχῆς συμφώνως ἀνακράζοντες· δόξα τῷ στεφανώσαντι ὑμᾶς· δόξα τῷ ἁγιάσαντι· δόξα τῷ ἐν τῇ γῇ καὶ οὐρανῷ ὑμᾶς δοξάσαντι.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον λόγον.
(Ποίημα Κυρίλλου πατριάρχου Κων/πόλεως)
Τῶν ἁγίων Πάντων οἶκος ὁ πάνσεπτος, οὐρανὸς ὥς τις ἄλλος ἀστράπτει αἴθριος, ἐν μέσῳ ἔχων τὸν Χριστόν, ὥς περ ἥλιον λαμπρόν, τὴν παρθένον Μαριάμ, σελήνην ὡς πλησιφαῆ, καὶ κύκλῳ καθάπερ ἄστρα, χορούς τε πάντων ἁγίων, ἀεὶ πρεσβεύοντας σωθῆναι ἡμᾶς.

Κοντάκιον

Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τῶν Ἁγίων σύμπαντες, τῶν ἀπ’ αἰῶνος τὴν μνήμην, Προφητῶν Δικαίων τε, καὶ Ἀποστόλων Μαρτύρων, ἅμα τε, σὺν Ἱεράρχαις καὶ τοῖς Ὁσίοις, σήμερον, ἐγκωμισάσωμεν θεοφρόνως, αὐτοὶ γὰρ σὺν τοῖς Ἀγγέλοις, ἀκαταπαύστως, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι.

Μεγαλυνάριον

Ἔνδοξοι Ἀπόστολοι τοῦ Χριστοῦ, Μάρτυρες Κυρίου, καὶ πανθαύμαστοι Ἀθληταί, Προφητῶν ὁ δῆμος, Ἱεραρχῶν Ὁσίων, ποιήσατε πρεσβείαν, ὑπὲρ ἡμῶν πρὸς Θεόν.

 Άγιος Ιούδας ο Απόστολος

Καὶ συγγενείᾳ καὶ χορῷ αὐχεῖν ἔχεις.
Χριστοῦ μαθητῶν ὦ Ἰούδα, καὶ πάθει.
Ἐννεακαιδεκάτῃ βελέεσσιν Ἰούδας θνῄσκει.

Kλήσις τριπλή σοι και τριπλούν μάκαρ πάθος,
Άρσις δέσις τε και τρίτον τόξου τάσις.
Eννεακαιδεκάτη βελέεσσιν Iούδας θνήσκει.

Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Χριστοῦ σὲ συγγενῆ, ὢ Ἰούδα εἰδότες, καὶ μάρτυρα στερρόν, ἱερῶς εὐφημοῦμεν, τὴν πλάνην πατήσαντα, καὶ τὴν πίστιν τηρήσαντα, ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἁμαρτημάτων τὴν λύσιν, εὐχαίς σου λαμβάνομεν.

Έτερον Ἀπολυτίκιον
Ἦχος γ’.
Ἀπόστολε Ἅγιε Ἰούδα, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Κοντάκιον
Ἦχος α’. Χορὸς Ἀγγελικὸς.
Ἐκ ῥίζης εὐκλεοῦς, θεοδώρητον κλῆμα, ἀνέτειλας ἡμῖν, τοῦ Κυρίου αὐτόπτα, Ἀπόστολε θεάδελφε, τοῦ Χριστοῦ κήρυξ πάνσοφε, τρέφων ἅπαντα, κόσμον καρποῖς σου τῶν λόγων, τὴν ὀρθόδοξον, πίστιν Κυρίου διδάσκων, ὡς μύστης τῆς χάριτος.


saint.gr

 


https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael


Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael