Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

7 Μαΐου: Ανάμνηση του εν τω ουρανώ φανέντος σημείου του Τιμίου Σταυρού επί Κωνσταντίου

Σταυροῦ παγέντος, ἡγιάσθη γῆ πάλαι.
Καὶ νῦν φανέντος, ἡγιάσθη καὶ πόλος.
Ἑβδομάτῃ Σταυροῖο τύπος πόλῳ ἀμφετανύθη.

Ἦχος α’.
Τοῦ Σταυροῦ σου ὁ τύπος νῦν ὑπὲρ ἤλιον ἔλαμψεν, ὅνπερ ἐξ ὄρους ἁγίου, τόπῳ Κρανίου ἐφήπλωσας· καὶ τὴν ἐν αὐτῷ σου Σῶτερ ἰσχὺν ἐτράνωσας, διὰ τούτου κρατύνας καὶ τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν· οὓς καὶ περίσωζε διαπαντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Κοντάκιον  
Ἦχος πλ. δ’.
Ὦ τρισμακάριστε Σταυρὲ καὶ Πανσεβάσμιε, σὲ ἀνυμνῶν καὶ προσκυνῶν νῦν ἁγιάζομαι, ἐν ᾧ Χριστὸς ἀνυψούμενος κόσμον ἔσωσεν, ἀλλὰ πρόφθασον καὶ σῶσον τῇ δυνάμει σου, καὶ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε Ξύλον μακάριον.

Έτερον Κοντάκιον
Ἦχος πλ. δ’.
Ὁ διανύξας οὐρανοὺς κεκλεισμένους, ἐν οὐρανῷ περιφανεῖς τὰς ἀκτίνας, ἐπὶ τῆς γῆς ἀνέτειλεν ὁ ἄχραντος Σταυρός· ὅθεν οἱ τὴν ἔλλαμψιν, τῆς αὐτοῦ ἐνεργείας, δεξάμενοι πρὸς ἄδυτον, ὁδηγούμεθα φέγγος· καὶ ἐν πολέμοις ἔχομεν αὐτόν, ὅπλον εἰρήνης ἀήττητον τρόπαιον.

Μεγαλυνάριον
Ὅλος ἡλιόμορφος ὁ Σταυρός, φέγγει ἀπροσίτῳ, ἀναλάμψας ἐν τῇ Σιών, τὴν τοῦ Σταυρωθέντος, Ἀνάστασιν κηρύττει, δι’ ἧς ἐκ τῆς κακίας, πάντες ἀνέστημεν.

Ὁ Οἶκος
Ἀνοιξόν μου τὸ στόμα, Βασιλεῦ τῶν αἰώνων, καταύγασόν μου τὸν νοῦν καὶ τὰς φρένας, καὶ ἁγίασον μου τὴν ψυχήν, ἵνα ὑμνήσω Λόγε τὸ σεπτὸν ξύλον σου, κατάπεμψον τὸ Πνεῦμά σου καὶ δίδαξον με, ἵνα πόθῳ κραυγάζω.
Χαῖρε, Σταυρὲ οἰκουμένης δόξα, χαῖρε, Σταυρὲ Ἐκκλησίας κράτος.
Χαῖρε, ἱερέων προπύργιον ἄσειστον, χαῖρε, βασιλέων διάδημα τίμιον.
Χαῖρε, σκῆπτρον τοῦ παντάνακτος Δημιουργοῦ τοῦ παντός, χαῖρε, ὅτι κατεδέξατο προσπαγῆναί σοι Χριστός.
Χαῖρε, τῶν θλιβομένων παραμύθιον μέγα, χαῖρε, τῶν ἐν πολέμοις τὸ ἀήττητον ὅπλον.
Χαῖρε, Σταυρέ, Ἀγγέλων εὐπρέπεια, χαῖρε, Σταυρέ, πιστῶν ἡ ἀντίληψις
Χαῖρε, δι' οὗ κατεπόθη ὁ ᾍδης, χαῖρε, δι' οὗ ἐξανέστημεν πάντες.
Χαῖρε, Ξύλον μακάριον.



 saint.gr

 

 

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael


Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael