Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

23 Μαΐου: Όσιος Ευμένιος ο νέος ο Θεοφόρος (Σαριδάκης)

Λεπρῶν καὶ νοσούντων λοιμικῶς ἀκέστωρ
πιστῶν, Εὐμένιε, ποδηγέτα, ὤφθης.

Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Π αρακλήτορα θεῖον τῶν ἐν τοῖς κλύδωσι, τὸν ἀρωγὸν ἐν ἀνάγκαις καὶ ποδηγὸν ἀπλανῆ πρὸς εὐσέβειαν λαοῦ ἐγκωμιάσωμεν ὕμνοις, Εὐμένιον, παθῶν ὡς ὁμόζηλον Ἰώβ, πνευμάτων κακῶν διώκτην καὶ εὐμενέστατον πρέσβυν ἡμῶν πρὸς Κύριον τὸν εὔσπλαγχνον.

Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἀνεξίκακον, ἡσύχιον, ἐχέφρονα, ἁπλοῦν τε πρᾶον, ταπεινὸν καὶ εὐσυμπάθητον, εὐλαβῆ ἱερομόναχον μελιῤῥύτοις ἀνυμνήσωμεν ᾠδαῖς, ὡς ἀπλανέστατον κατευθύντορα πιστῶν πρὸς βίον κρείττονα, πόθῳ κράζοντες· Χαίροις, μάκαρ Εὐμένιε.

Μεγαλυνάριον
Χαίροις, ὁ ἐκλάμψας ἀρτιφανῶς ἀρωγῇ πρὸς πέλας, ἐν τοῖς πόνοις ὑπομονῇ, ἄκρᾳ ταπεινώσει καὶ ἀρετῇ, ἐχέφρον Εὐμένιε, πατέρων νέων ὑπόδειγμα.

Ὁ Οἶκος
Ἄνθρωπος οὐρανόφρων καὶ ἰσάγγελος ὤφθης, Εὐμένιε, ἀρτίως ἐν κόσμῳ, Λοιμωδῶν Νόσων στῦλε λαμπρὲ τοῦ Νοσοκομείου καὶ πιστῶν ἄριστε ἰθύντορ πρὸς τελείωσιν· διὸ σοὶ ἐκβοῶμεν ταῦτα·

Χαῖρε, τῆς Κρήτης ὁ θεῖος γόνος·
χαῖρε, ἀγάπης ἀστράπτων λύχνος.

Χαῖρε, Νικηφόρου ἀγώνων ὁμόζηλε·
χαῖρε, φιλαρέτου βιώσεως πρόμαχε.

Χαῖρε, δένδρον ἀγλαόκαρπον θεοσδότων δωρεῶν·
χαῖρε, ῥόδον εὐωδέστατον συμπαθείας τῶν λεπρῶν.

Χαῖρε, τῶν Ἀθηναίων τὸν λαὸν ὁ εὐφράνας·
χαῖρε, τῶν χριστωνύμων τὴν πληθὺν ὁ στηρίξας.

Χαῖρε, ἠθῶν ἀμέμπτων κειμήλιον·
χαῖρε, σεπτὸν τῆς χάριτος ἔσοπτρον.

Χαῖρε, πιστῶν ἀπλανὴς ποδηγέτης·
χαῖρε, ἡμῶν πρὸς τὸν Κτίστην μεσίτης·

Χαίροις, μάκαρ Εὐμένιε.

Κάθισμα
Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Μετὰ τὴν α΄ Στιχολογίαν
Ὡς ἄστρον νεαυγὲς ἐν Ἀθήναις ἐκλάμψας ἐλάμπρυνας βολαῖς, πάτερ, νουθεσιῶν σου καὶ σοῦ παραδείγματος ἀστραπαῖς, χαριτόβρυτε, τοὺς προστρέχοντας σῇ θείᾳ ποδηγεσίᾳ καὶ χρηστότητι σῶν τρόπων, πνευματοφόρε, τρισμάκαρ Εὐμένιε.

Έτερον Κάθισμα
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Μετὰ τὴν β΄. Στιχολογίαν
Τῆς Κρήτης ἐκβλάστημα καὶ μοναστὰ ἱερὲ Νικήτα τοῦ μάρτυρος τῆς σπηλαιώδους Μονῆς, θεόφρον Εὐμένιε, ἔλαμψας ἰωβείου ὥσπερ πάμφωτος στῦλος ὑπομονῆς καὶ βέλη πλάνου πεπυρωμένα συνέτριψας τῇ σῇ ἀγωγῇ καὶ ταπεινότητι.

Έτερον Κάθισμα
Ἦχος γ΄. Τὴν ὡραιότητα τῆς παρθενίας σου.
Μετὰ τὸν Πολυέλεον.
Ἐξευμενίζοντα ἡμῖν τὸν Κύριον αὐτοῦ δεήσεσι λαμπρῶς ὑμνήσωμεν Νοσοκομείου Λοιμωδῶν ὡς Νόσων, τοῦ ἐν Ἀθήναις, οἰκιστὴν καὶ ἔφορον καὶ πιστῶν ἀντιλήπτορα τρυχομένων πάντοτε ἐν τοῦ βίου τοῖς κλύδωσι βοῶντες ἐν ψυχῆς κατανύξει· Χαίροις, Εὐμένιε τρισμάκαρ.

Έτερον Κάθισμα
Ἦχος γ΄. Θείας πίστεως.
Τὸν κενώσαντα ἐν τῇ ἀγάπῃ πρὸς τοὺς κάμνοντας καὶ τρυχομένους ἑαυτὸν ὡς τῆς ἀγάπης ἑπόμενον τοῦ ἑαυτὸν ἐπί Ξύλου κενώσαντα Λόγου Θεοῦ, εὐφημήσωμεν κράζοντες· Πάτερ ὅσιε, Χριστὸν ἀκλινῶς, Εὐμένιε, δυσώπει πέμψαι πᾶσι θεῖον ἔλεος.


saint.gr

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael