Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

9 Φεβρουαρίου: Άγιος Νικηφόρος

Τὸν ἐκ παλαιοῦ κλητικὸν Νικηφόρον,
Τμηθέντα γνῶθι πρακτικὸν Νικηφόρον.
Φασγάνῳ ἀμφ' ἐνάτῃ Νικηφόρε, δειροτομήθης.

Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Έτερον Ἀπολυτίκιον 
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀγάπη τοῦ Κτίσαντος, καταυγασθεῖς τὴν ψυχήν, τοῦ νόμου τῆς χάριτος, ἐκπληρωτῆς ἀκριβής, ἐμφρόνως γεγένησαι, ὅθεν καὶ τὸν πλησίον, ὡς σαυτὸν ἀγαπήσας, ἤθλησας Νικηφόρε, καὶ τὸν ὄφιν καθεῖλες, ἐντεῦθεν ἐν ὁμονοίᾳ, ἠμᾶς διατήρησαν.

Έτερον Ἀπολυτίκιον
Ἦχος α’. Χορός Ἀγγελικός.
Ἀγάπης τῷ δεσμῷ, συνδεθείς Νικηφόρε, διέλυσας τρανῶς, τήν κακίαν τοῦ μίσους· καί ξίφει τήν κάραν σου, ἐκτμηθείς ἐχρημάτισας, Μάρτυς ἔνθεος, τοῦ σαρκωθέντος Σωτῆρος· ὃν ἱκέτευε, ὑπέρ ἡμῶν τῶν ὑμνούντων, τήν ἔνδοξον μνήμην σου.

Κοντάκιον
Ἦχος γ’. Ἡ παρθένος σήμερον.
Πτερωθεὶς Ἀοίδιμε, τῇ τοῦ Κυρίου ἀγάπῃ, καὶ τὸν τούτου ἔνδοξε, Σταυρὸν ἐπ' ὤμων βαστάσας, ᾔσχυνας τοῦ διαβόλου τὰς μεθοδείας, ἤθλησας μέχρι θανάτου καὶ ἀληθείας· διὰ τοῦτο ἀνεδείχθης, ὁπλίτης μύστης, Θεοῦ τῆς Χάριτος.

Ὁ Οἶκος
Τὴν τοῦ Παύλου σαφῶς διδασκαλίαν ἐπόθησας, καὶ τοῖς στέρνοις τοῖς σοῖς Ἔνδοξε κατεφύτευσας, βοῶν· Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ, αὕτη τὸν Κτίστην ἄνθρωπον τέλειον ἡμῖν ἐχαρίσατο, δι' ἀγάπην πάντα ὑπέμεινεν, ἥλους καὶ σταυρόν, ὄξος καὶ ἐμπτύσματα, λόγχῃ ἐπάγη πλευρὰν ἁγίαν, δι' ἧς ἀνέβλυσεν ἡμῖν αἷμα καὶ ὕδωρ θεουργόν, ὃν ποθήσας, ἐφάνης νικηφόρος, ὡς καὶ τῇ κλήσει, ὁπλίτης, μύστης Θεοῦ τῆς χάριτος.

Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐντολῶν τοῦ Κυρίου ἐκπληρωτής, πεφηνὼς κατηλλάγης τῷ δυσμενεῖ, πρὸς σὲ τὴν διάνοιαν, τὴν αὐτοῦ Μάρτυς ἔχοντι, καὶ τὴν διὰ ξίφους, τελείωσιν εἴληφας, ἀντ' ἐκείνου Μάκαρ, Θεοῦ σε καλέσαντος· ὅθεν νικηφόρον, φερωνύμως δειχθέντα, αὐτὸς ἐστεφάνωσεν, ὡς Δεσπότης ἀξίως σε, Ἀθλοφόρε, ἀήττητε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.


 saint.gr

 

 

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael


Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael