Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

16 Ιανουαρίου: Προσκύνηση της Τιμίας Αλυσίδας του Αγίου και ενδόξου Αποστόλου Πέτρου

Σὴν προσκυνοῦντα Πέτρε σειρὰν τιμίαν,
Σειρὰς μακρᾶς λῦσόν με τῶν ἐγκλημάτων.
Σειρὴν προσκυνέω Πέτρου δεκάτῃ ἑνὶ ἕκτῃ.

Ἦχος δ’.
Τήν Ῥώμην μή λιπών, πρός ἡμᾶς ἐπεδήμησας, δι᾽ ὧν ἐφόρεσας τιμίων Ἁλύσεων, τῶν Ἀποστόλων Πρωτόθρονε· ἃς ἐν πίστει προσκυνοῦντες δεόμεθα· ταῖς πρός Θεόν πρεσβείαις σου, δώρησαι ἡμῖν τό μέγα ἔλεος.

Κοντάκιον
Ἦχος β’. Τά ἄνω ζητῶν.
Ἡ πέτρα Χριστός, τήν πέτραν τῆς πίστεως, δοξάζει φαιδρῶς, τῶν μαθητῶν τόν πρωτόθρονον· συγκαλεῖ γάρ ἅπαντας, ἑορτάσαι Πέτρου τά θαύματα, τῆς τιμίας Ἁλύσεως· καί νέμει πταισμάτων τήν συγχώρησιν.

Έτερον Κοντάκιον
Ἦχος πλ. β’. Τὴν ἐν πρεσβείαις.
Τὸν Κορυφαῖον καὶ πρῶτον τῶν Ἀποστόλων, τῆς ἀληθείας τὸν ἔνθεον ὑποφήτην, Πέτρον τὸν μέγιστον εὐφημήσωμεν, καὶ τὴν αὐτοῦ ἐν πίστει, ἀσπασώμεθα, Ἅλυσιν, πταισμάτων τὴν λύσιν κομιζόμενοι.


saint.gr

 

 

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael


Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael