Τελευταια Νεα

6/trending/recent
Type Here to Get Search Results !

1 Νοεμβρίου: Όσιος Δαβίδ που ασκήτευε στην Εύβοια -Αγία Ελένη η Παρθενομάρτυς από τη Σινώπη

Ήχος γ'. Θείας πίστεως.
Μέγαν εύρατο, Εύβοια κλέος, τον πανένδοξον, Δαβίδ τον θείον, ως ιεράς αρετής καταγώγιον, και του Χρίστου οπαδόν αληθέστατον, και των Όσίων απάντων εφάμιλλον. Διό Πάτερ Όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθε ημίν το μέγα έλεος.


Αγία Ελένη η Παρθενομάρτυς από τη Σινώπη

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῆς ἁγνείας τὸ ἄνθος τὸ εὐωδέστατον, καὶ Σινώπης τὸ κλέος καὶ θεῖον βλάστημα, Παρθενομάρτυς τοῦ Χριστοῦ ῾Ελένη πάνσεμνε, ἡ ἀθλήσασα στερρῶς, καὶ καθελοῦσα τὸν ἐχθρόν, τῆς πίστεως τῇ δυνάμει, διὰ παντὸς ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον
Ως παρθένος ἄμωμος ἐν τῇ δυνάμει, τοῦ Χριστοῦ κατέβαλες, τὸν πολυμήχανον ἐχθρόν, καὶ μαρτυρίῳ κεκόσμησαι, Παρθενομάρτυς ῾Ελένη πανεύφημε.

Μεγαλυνάριον
Χαίροις τῆς Σινώπης ἄνθος τερπνόν, καὶ τῆς παρθενίας, τὸ ἀλάβαστρον τὸ σεπτόν· χαίροις τῶν Μαρτύρων, ἰσότιμος ῾Ελένη, οἷα Παρθενομάρτυς, Χριστοῦ ἀήττητος.

 

saint.gr

Top Post Ad

Below Post Ad

https://news.google.com/publications/CAAqBwgKMKTBmwsw6MuzAw?hl=el&gl=GR&ceid=GR%3Ael